<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="33"><pb n="472"/><head>33. Προσποίησις φυγῆς.</head><lb n="1"/><p>Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι <note type="marginal">5, 22, 1</note>
καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν-
των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων
φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ <lb n="5"/>
τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά-
των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν,
ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν
τοὺς διώκοντας.</p><lb n="2"/><p>Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus
θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν
κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας <lb n="12"/>
τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ
δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων
κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.</p></div><div type="textpart" subtype="section" n="34"><head>34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.</head><lb n="1"/><p>Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα <note type="marginal">7,15,4 cf.2,1,23 4,6,10</note>
τὸν στρατηγὸν ἀποκρύπτειν.</p><lb n="2"/><p>Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς <note type="marginal">2,1,15</note>
στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- <lb n="20"/>
τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ
συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε
συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος
ὁ δεσπότης ζητῆται.</p><lb n="3"/><p>Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- <note type="marginal">2, 3, 10</note>
τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες <lb n="26"/>
τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.</p><note type="footnote">3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα-
σάμενος H||  12 καταχθεὶς εἰς τὴν στρ. H.</note></div></div></body></text></TEI>