33. Προσποίησις φυγῆς. Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι 5, 22, 1 καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά- των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας. Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν. 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά. Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα 7,15,4 cf.2,1,23 4,6,10 τὸν στρατηγὸν ἀποκρύπτειν. Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς 2,1,15 στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητῆται. Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- 2, 3, 10 τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο. 3 καταλειφθεὶς H || 10 [ἔχων τοῖς] θεασαμένοις Sittl; θεα- σάμενος H||  12 καταχθεὶς εἰς τὴν στρ. H.