30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι. Ὅτι Λακεδαίμονος σεισθείσης Ἀρχίδαμος τοὺς ἀνθρώ- 1, 41, 3 πους ὁρῶν ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δεδιὼς, μή πως καὶ οἱ ἀπολειφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι 1 ὁ δὲ H || 19 συντόνως W ; συντόμως H 20 διαφυλάξαντας Η 21 ἀπῆγεν H. πολεμίων ἔφοδον ἐσήμανεν. καὶ πιστεύσαντες οἱ Λάκω- νες ἐξῆλθον τῆς πόλεως καὶ οὕτως ἐσώθησαν τῶν οἰκιῶν καταπεσουσῶν. 4,3,28 Ὅτι Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ἴνα γοῦν μὴ λύσωσι τὸν συνασπισμὸν, διήγγειλεν, ὡς θανάσιμον τὸ τοῦ ποταμοῦ ὕδωρ τοῖς προσιεμένοις. οἱ μὲν φεισάμενοι τὴν τάξιν διέ- σωζον ἀδιάλυτον, αὐτὸς δὲ μετὰ τὸ τροπώσασθαι τὸν πολέ- μιον ἐπʼ ὄψει πάντων προσγελάσας ἐκ τοῦ ποταμοῦ ἔπιεν οἱ Μακεδόνες τὸ στρατήγημα ἀποθαυμάσαντες ἀπεδέξαντο. 4,2,21 Ὅτι Φίλιππος Βυζαντίους πολιορκῶν συμμάχους ἔχοντας πλείστους διʼ αὐτομόλου ἐξεφήμισεν, ὡς τὰς τούτων χώρας διʼ ἑτέρων αὐτὸς καταληίζεται. ἀπόμοιράν τε τοῦ στρατοῦ ἐξέπεμψεν οὐκ ἐπὶ πρᾶξιν, λάθρα δὲ παραγγείλας ἐπανελ- θεῖν, ὡς ἂν τὴν τοιαύτην δόκησιν ἀληθῆ πιστώσηται εἶναι. καὶ οὕτω πεισθέντες οἱ σύμμαχοι ἀφέντες Βυζαντίους πρὸς τὸ φυλάξαι τὰ οἰκεῖα ἀνεχώρησαν.