<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="30"><head>30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ <lb n="25"/>
συμφέροντι.</head><lb n="1"/><p>Ὅτι Λακεδαίμονος σεισθείσης Ἀρχίδαμος τοὺς ἀνθρώ- <note type="marginal">1, 41, 3</note>
πους ὁρῶν ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους
δεδιὼς, μή πως καὶ οἱ ἀπολειφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι
<note type="footnote">1 ὁ δὲ H || 19 συντόνως W ; συντόμως H 20 διαφυλάξαντας
Η 21 ἀπῆγεν H.</note>

<pb n="465"/>
πολεμίων ἔφοδον ἐσήμανεν. καὶ πιστεύσαντες οἱ Λάκω-
νες ἐξῆλθον τῆς πόλεως καὶ οὕτως ἐσώθησαν τῶν οἰκιῶν
καταπεσουσῶν.</p><note type="marginal">4,3,28</note><p>Ὅτι Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ <lb n="2"/>
<lb n="5"/> ποταμὸν προσκειμένων πολεμίων. ἴνα γοῦν μὴ λύσωσι τὸν
συνασπισμὸν, διήγγειλεν, ὡς θανάσιμον τὸ τοῦ ποταμοῦ
ὕδωρ τοῖς προσιεμένοις. οἱ μὲν φεισάμενοι τὴν τάξιν διέ-
σωζον ἀδιάλυτον, αὐτὸς δὲ μετὰ τὸ τροπώσασθαι τὸν πολέ-
μιον ἐπʼ ὄψει πάντων προσγελάσας ἐκ τοῦ ποταμοῦ ἔπιεν
<lb n="10"/> οἱ Μακεδόνες τὸ στρατήγημα ἀποθαυμάσαντες ἀπεδέξαντο.</p><note type="marginal">4,2,21</note><p>Ὅτι Φίλιππος Βυζαντίους πολιορκῶν συμμάχους ἔχοντας <lb n="3"/>
πλείστους διʼ αὐτομόλου ἐξεφήμισεν, ὡς τὰς τούτων χώρας
διʼ ἑτέρων αὐτὸς καταληίζεται. ἀπόμοιράν τε τοῦ στρατοῦ
ἐξέπεμψεν οὐκ ἐπὶ πρᾶξιν, λάθρα δὲ παραγγείλας ἐπανελ-
<lb n="15"/> θεῖν, ὡς ἂν τὴν τοιαύτην δόκησιν ἀληθῆ πιστώσηται εἶναι.
καὶ οὕτω πεισθέντες οἱ σύμμαχοι ἀφέντες Βυζαντίους πρὸς
τὸ φυλάξαι τὰ οἰκεῖα ἀνεχώρησαν.</p></div><div type="textpart" subtype="section" n="31"><head>31. Αἰφνίδιοι ἐπιθέσεις.</head><note type="marginal">1, 45, 2</note><p>Ἀθηναῖοι ἐν Αἰγὸς ποταμοῖς τετράκις ἀνήχθησαν πρὸς <lb n="1"/>
<lb n="20"/> τὸ ναυμαχεῖν. Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν
ἀποπλέουσι γανύμενοι παιῶνας ᾄδοντες, Λύσανδρος δὲ κατ-
όπιν πέαπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους
ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι, Λύσανδρος
αὐτίκα ὑπεσήμανεν ἐπίπλουν. καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ
<lb n="25"/> ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκ-
βάντας, καὶ οἱ μὲν ἀνεπαύσαντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα,
γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι
καὶ συντεταγμένοι γυμνοῖς καὶ ἀσυντάκτοις ἐνίκησαν.</p><note type="marginal">3, 4, 1</note><p>Ὅτι Φορμιῶν ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ <lb n="2"/>
<lb n="30"/> ὀλίγα τῶν ἐκ τῆς χώρας ἀνέστρεψεν. Χαλκιδεῖς ἐπρεσβεύ-
<note type="footnote">3 καταπεσόντων H || 8 πόλεμον H || 27 ἀφʼ ὧν H || 29 Χαλκι-
δαίων H.</note>

<pb n="466"/>
σαντο ἀπαιτοῦντες, ὁ δὲ κρύφα καθῆκεν ὑπηρετικὸν ὡς
Ἀθήνηθεν ἧκον, τοῦ δήμου καλοῦντος αὐτὸν διὰ τάχους.
τοῖς μὲν οὖν πρεσβευταῖς ἀπέδωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες,
αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλ-
κιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν Φορ- <lb n="5"/>
μίωνα Ἀθήναζε πεπλευκένα ἀφυλάκτως καὶ τῆς πόλεως καὶ
τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθὼν ὀλίγου μὲν καὶ
τὴν πόλιν κατέσχε, τὴν λείαν δὲ πᾶσαν ἐκράτησεν.</p><lb n="3"/><p>Ὅτι Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων <note type="marginal">3,9, 41</note>
ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευο- <lb n="10"/>
φόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινο-
τέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺ καὶ
σύσκιον. ἡμέρας δὲ γενομένης οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον
ἐλθόντες οὐδένα τῶν Ἑλληνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπα-
γὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ <lb n="15"/>
διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ
τοὺς πολεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.</p><lb n="4"/><p>Ὅτι Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν <note type="marginal">3,9,46</note>
ὀκτακισχιλίων ἐστρατοπέδευσε· πυθόμενος τοὺς Θρᾷκας νύκ-
τωρ ἐπιτίθεσθαι μέλλοντας ἀναλαβὼν τοὺς στρατιώτας ἀν- <lb n="20"/>
εχώρησεν ἑσπέρας ὅσον στάδια τρία ἐς φάραγγα κρύψαι δυνα-
μένην. οἱ Θρᾷκες ἐμπεσόντες εἰς τὸ στρατόπεδον διήρπαζον
ἀτάκτως καταγελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφι-
κράτης ἐξ ἀφανοῦς ἐφορμήσας πολλοὺς μὲν αὐτῶν ἀπ-
ἐκτεινεν, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.</p><lb n="5"/><p>Ὅτι Φιλοκλῆς Πτολεμαίου στρατηγὸς Καύνῳ προσ- <note type="marginal">3,16</note>
εστρατοπέδευσε· καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύλακας
συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις
δώσειν [ σῖτον], οἱ δὲ τὰς φυλακὰς τῶν τειχῶν ἀπολιπόντες
τὸν σῖτον ἐμέτρουν. Φιλοκλῆς δὲ ἐν τῷ καιρῷ προσπεσὼν <lb n="30"/>
ἀφύλακτον ἔλαβεν τὴν πόλιν.</p><note type="footnote">4 ὡρμήσατο H || 5 τῷ ] τὸ (bis) H || 26 στρατηγοῦντος H
29 [σῖτον| inserui.</note><pb n="467"/><note type="marginal">4, 11, 4</note><p>Ὅτι Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν ἀποσχὼν <lb n="6"/>
ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας ἱππέας
καὶ πεζοὺς πέμψας ἐνέπρησεν ὕλας κειμένας ἐπὶ τῶν ὁρίων
Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπι-
<lb n="5"/> δαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον
προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον, ὁ δὲ τὴν
κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πό-
λεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, τὰς δὲ πύλας
τῆς πόλεως ἀνεῳγμένας εὑρὼν καὶ ταύτην κατέσχεν.</p><note type="marginal">4, 7,3</note><p>Ὅτι Δημήτριος πόλιν πολιορκῆσαι βουλόμενος ἀνέχώ- <lb n="7"/>
<lb n="11"/> ρησε μικρὸν ἐξ αὐτῆς κακεῖσε διατρίβων ἡμέραις πλείοσι
προσεῖχεν ἡδοναῖς καὶ τρυφαῖς, ὁπηνίκα δὲ πόρρω τῆς ὑπο-
νοίας ἐγένοντο οἱ πολέμιοι, τηνικαῦτα ἀπόμοιραν μὲν μίαν
νυκτὸς ἔταξε προσβαλεῖν πρός τινας τῶν πολεμίων πυλῶν
<lb n="15"/> τῆς πόλεως, ἑτέραν δὲ ἀλλαχοῦ, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν
ἐπιφαίνεσθαι, αὐτὸς δὲ μετὰ τοῦ ὁπλιτικοῦ καὶ τῷ τοιούτῳ
τρόπῳ κατέσχεν τὴν πόλιν.</p><note type="marginal">4, 15</note><p>Ὅτι Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ ἦν ἐφύ- <lb n="8"/>
λασσεν Δίων, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περ-
<lb n="20"/> σικὴν ἑορτὴν θαλιάζειν καὶ προσεῖχε ταῖς εὐωχίαις μετὰ
πάντων τῶν ὑπʼ αὐτόν. ἡ τοιαύτη δὲ φήμη ἔπεισε τὸν
Δίωνα τὴν φυλακὴν κατολιγωρῆσαι τῆς πόλεως. Ἀντίοχος
δὲ προστάξας ἄπυρα σιτία κομίζειν ἤγαγε τὴν στρατιὰν διά
τε ἐρημίας καὶ ἀτραπῶν κρημνωδῶν καὶ ἀπροσδοκήτως ἐπι-
<lb n="25"/> φανεὶς αἱρεῖ Δαμασκόν.</p><note type="marginal">5, 18</note><p>Ὅτι Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- <lb n="9"/>
σον ἦσαν· Χρεμωνίδης, Πτολεμαίου ναύαρχος ἀνήχθη πολε-
μήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγεν ἐπὶ μίαν ναῦν καὶ
φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ
<lb n="30"/> χρόνον ἐπισχὼν βραχύν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον.
<note type="footnote">1 Κάσανδρος H || 3 ὀρίων H || 15 τοῖς λιμέσιν] τῆς πόλεως
ex dittograpbia 20 θαλίζειν H 26 Ῥόδιοι] Ῥωμαῖοι et 28
Ῥωμαίους H 27 Χερμονίδης H.</note>

<pb n="468"/>
οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ
παιωνίσαντες ἐς λιμένα ἐπανήεσαν. Ἀγαθόστρατος ἐπιστρέψας
καὶ τὸ ναυτικὸν πυκνώσας ἐπʼ ἀμφοτέρων τῶν κεράτων ἐπ-
ἐπλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφροδίτης
τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.</p><lb n="10"/><p>Ὅτι Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- <note type="marginal">5, 32, 1</note>
κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον
τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, πέμψας εἰς τὴν πόλιν
τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κατα-
κομίσαι. ὡς δὲ κεκομισμένην εἶδεν, σημεῖον ἄρας ἀκρίτου <lb n="10"/>
τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθη-
ναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν
γῆν ἠριστοποιοῦντο ἄλλος ἄλλῃ διασπαρέντες, ὁ δὲ μετὰ τοῦ
στρατοῦ ἑτοίνμῃ τῇ ἀγορᾷ χρησαμένου ἀναχθεὶς αὐτίκα καὶ
προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀριστοποιουμένοις ἐνίκησεν.</p><lb n="15"/><lb n="11"/><p>Ὅτι ὁ αὐτὸς πάλιν ἅμα ἕῳ ἀριστοποιήσας τοὺς ἰδίους <note type="marginal">5, 32, 2</note>
εἰσήγαγεν εἰς τὰ καταστρώματα τῶν νεῶν. καὶ ἀναχθεὶς
πρὸς τὸ ναυνμαχῆσαι, ἐπειδὴ ἐπὶ πολὺ παρετάθη ὁ καιρὸς
καὶ οὐ συνέβαλον, σημεῖον ἄρας τοῦ ἀριστοποιῆσαι ἀνήχθη
πρὸς τὸν λιμένα. τὸ αὐτὸ δὲ καὶ οἱ πολέμιοι ἐποίησαν. ὁ <lb n="20"/>
δὲ ἄφνω προσπεσὼν ἀριστοποιουμένους εὑρὼν ἐνίκησεν.</p><lb n="12"/><p>Ὅτι Πομπίσκος χωρίον πολιορκῶν ἑλεῖν οὐχ οἷός τε <note type="marginal">5, 33, 4</note>
ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μετα-
πεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν. οἱ
δὲ ἡσθέντες καὶ μετʼ οὐ πολ τὴν στρατιὰν ἀναχωρήσασαν <lb n="25"/>
ἰδόντες πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι ἀπελθόντες
πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ ἀναστρέψας ἐπι-
θέμενος ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.</p><lb n="13"/><p>Ὅτι Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων Μαγνη- <note type="marginal">5,44, 4</note>
σίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρεν κύκλῳ τοῦ <lb n="30"/>
στρατοπέδου. Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ
μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον Μέμνων
<note type="footnote">14 χρησαμένων H || 23 αὐτῶν H.</note>

<pb n="469"/>
ἐξήγαγεν αὐτοὺς διεσκευασμένους ἐς μάχην ὅσον ἐπὶ στάδια
δέκα. τῶν δὲ πολεμίων ἐκβοηθησάντων ὁ Μέμνων ἀνα-
κλητικὸν σημάνας ἀνεχώρησεν εἴσω τοῦ τείχους, καὶ οἱ πο-
λέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν
<lb n="5"/> τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησεν, καὶ
οἱ πολέμιοι τὸ αὐτὸ ἐποίουν, καὶ τοῦτο πολλάκις τῆς ἡμέ-
ρας· τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ
ἀριστοποιίαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη. τῶν δὲ οὐ φθα-
σάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἔτι τὰ
<lb n="10"/> ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων συνιδὼν διε-
σκεδασμένην αὐτῶν τὴν φάλαγγα συντεταγμένος αὐτὸς ἐπι-
θέμενος πολλοὺς αὐτῶν διαφθείρας καὶ ζωγρήσας τοὺς λοι-
ποὺς εἰς αγνησίαν φυγεῖν ἠνάγκασεν.</p><note type="marginal">6, 6, 2</note><p>Ὅτι Πύρρος εἰς τὴν Πελοπόννησον ἐμβαλὼν Σπαρτια- <lb n="14"/>
<lb n="15"/> τῶν πρεσβευόντων περὶ Ἀρκαδίαν φιλανθραώπως αὐτοὺς διε-
δέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρ-
τιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ
μὲν πρεσβευταὶ ταῦτα ἤγγειλαν, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ
προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα
<lb n="20"/> προειπὼν ἄλλα πράττοι, γελάσας ἔφη· οὐδὲ γὰρ ὑμεῖς εἰώ-
θατε προλέγειν, ἃ μέλλετε ποιεῖν πρὸς τοὺς πολεμίους· μὴ
τοίνυν ἀγανακτῆτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λα-
κωνικῷ στρατηγήματι.</p><note type="marginal">7,27,1</note><p>Ὅτι Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν <lb n="15"/>
<lb n="25"/> εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν
τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων
ἐνενήκοντα. νῦξ ἐπῆλθεν· οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν
ἀνεχώρησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν
ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτέρους λαβὼν πολλῇ
<lb n="30"/> σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τὴν Πισιδῶν χώραν
ἐπόρθησεν.</p><note type="footnote">4 προσελθών H || 15 διελέξατο H || 17 παιδευθησομένοις H ||
Λυκούργιον H.</note><pb n="470"/><lb n="16"/><p>Ὅτι ὁ αὐτὸς Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς <note type="marginal">7, 27, 2</note>
πλείονας ἀδολεσχοῦντας προσεκαλέσατο τοὺς ἄρχοντας αὐτῶν
διαλέξασθαι περὶ τῶν συμφερόντων κοινῇ· οἱ μὲν προῆλθον
καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλι-
τῶν πρὸ πολλοῦ παράγγελμα εἶχον τῶν ἀρχόντων διαλεγο- <lb n="5"/>
μένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς
ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν,
οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.</p><lb n="17"/><p>Ὅτι Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρεσβευ- <note type="marginal">7, 28, 1</note>
σαμένων πρὸς αὐτὸν ὡμολόγησε περὶ διαλύσεως καὶ τὴν <lb n="10"/>
πολιορκίαν διαλύσας παρακαλεῖ Βαρκαίους βασιλεῖ κοινωνῆ-
σαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν
τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βου-
λευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμ-
πρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ <lb n="15"/>
προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις τῶν ἐπιτηδείων ἄφθονον.
τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρεν τοῖς
Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόντες τὰς πύλας
διήρπασαν τὴν πόλιν.</p><lb n="18"/><p>Ὅτι Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- <note type="marginal">8, 28</note>
εποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασ- <lb n="21"/>
σαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν πλῆθος
οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο ὡς νενικηκότες·
ἐπεὶ δὲ μετὰ πολύν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες,
ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ <lb n="25"/>
διέφθειρεν.</p></div><div type="textpart" subtype="section" n="32"><head>32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.</head><lb n="1"/><p>Ὅτι Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν <note type="marginal">1, 30, 4</note>
ἔφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγνμα λύειν, ἵνα βασιλεὺς μὴ
φύγοι. Θεμιστοκλῆς ἀντιβουλεύεται, ὅτι ὁ βασιλεὺς ἀπο- <lb n="30"/>
<note type="footnote">22 κατέλαβεν] κατέλαβεν τὸ Περσικὸν ex dittogr. H || 23
ἱερίων H || ἀναίδην Η || 30 ἀπολειφθεὶς H.</note>

<pb n="471"/>
ληφθεὶς ἀναμαχήσεται τάχα. πολλάκις δὲ ἀπόνοια δίδωσιν
ὅσα μὴ ἔδωκεν ἀνδρεία. καὶ διʼ αὐτομόλου ἤγγειλεν τῷ
βασιλεῖ, ὡς, εἰ μὴ ἀναζεύξοι, ἡ γέφυρα τοῦ Ἑλλησπόντου
διαλύεται. ὁ δὲ φυγὼν ᾤχετο, Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν
<lb n="5"/> ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.</p><note type="marginal">2, 1, 5</note><p>Ὅτι Ἀγησίλαος ἐν Κορωνείᾳ Ἀθηναίους ἐνίκησεν. ἤγ- <lb n="2"/>
γελλέ τις· οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών.᾿  ὁ δὲ
προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι ὅποι βούλοιντο, σφαλερὸν
ἡγούμενος συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.</p><note type="marginal">2, 1, 19</note><p>Ὅτι ὁ αὐτὸς Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λακω- <lb n="3"/>
<lb n="11"/> νικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς
ἠγωνίζοντο, καὶ φόνος ἦν ἀμφοτέρων πολύς. Ἀγησίλαος
παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν
διέστησαν, Θηβαῖοι δὲ διαδραμόντες ἔφευγον. Ἀγησίλαος κατὰ
<lb n="15"/> τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο καὶ οὐκέτι φόνος ἦν ἀμφοτέ-
ρων, ἀλλὰ μόνον τῶν φευγόντων.</p><note type="marginal">2, 1, 28</note><p>Ὅτι ὁ αὐτὸς Μεσσηνίους ἰδὼν ἔξω τῆς πόλεως μετὰ <lb n="4"/>
γυναικῶν καὶ παίδων παραταξαμένους ἀνέζευξεν ὡς ἀπεγνω-
κότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειότερον μαχομένων.</p><note type="marginal">3, 9, 3</note><p>Ὅτι Ἰφικράτης νύκτωρ κατελάβετο πολειμίων πόλιν. οἱ <lb n="5"/>
<lb n="21"/> δὲ συνέφευγον εἰς τὴν ἀγορὰν καὶ πλῆθος ἡθροίζετο. Ἰφι-
κράτης ἀνοίγειν ἐκέλευσεν τὰς πύλας παρασχὼν αὐτοῖς ἀφορ-
μὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδύνως κρατήσῃ.</p><lb n="6"/><note type="marginal">7, 44, 2</note><p>Ὅτι Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά-
<lb n="25"/> μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι
τοὺς δεσπότας οὐκ ἐδέξαντο· πόλεμος ἦν. οἱ μὲν οἰκέται
φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι, Σκύθης δὲ ἀνὴρ δείσας
αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευεν, ὅπλα μὲν καὶ
τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέ-
<lb n="30"/> τας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμη-
σαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα
φεύγοντες ᾤχοντο.</p><note type="footnote">14 δραμόντες H || 24 Σκυθιάδες H.</note></div></div></body></text></TEI>