<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="27"><head>27. Πανικοῦ φόβου λύσις.</head><note type="marginal">2,2.10</note><p>Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά-
τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος,
<note type="marginal">13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς]
inserui.</note>

<pb n="462"/>
μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι-
ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα-
φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη-
δῶντες καὶ ταραττόμενοι.</p></div><div type="textpart" subtype="section" n="28"><head>28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων <lb n="5"/>
ἀπάτης.</head><lb n="1"/><p>Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ <note type="marginal">1, 20, 2</note>
ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ-
τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν
ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους <lb n="10"/>
στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς
πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς
γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι
ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε-
θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν.</p><lb n="2"/><p>Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- <note type="marginal">3, 9, 52</note>
φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν
τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν.</p><lb n="3"/><p>Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν <note type="marginal">5, 44, 5</note>
τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ <lb n="20"/>
σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ-
μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας.</p><lb n="4"/><p>Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα <note type="marginal">deest in Polyaeni codicibus</note>
ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ
Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ <lb n="25"/>
τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ
νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε-
δέξαντο.</p><p>Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ <note type="marginal">7, 11, 6</note>
μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς <lb n="30"/>
<note type="footnote">19 ἀπεκδεχόμενος H 21 συμμάχων H.</note>

<pb n="463"/>
ὁπλίσεις Πέρσαις περιθεὶς προσῆγε τῇ δευτέρᾳ μοίρᾳ τῶν
Σακῶν νόμῳ φιλίας ἠρένμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ
σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἀπατώμενοι φιλοφρό-
νως ὡς πρὸς οἰκείους προσελθόντες ὑπʼ αὐτῶν πάντες
<lb n="5"/> ἐφονεύθησαν, ὁμοίως δὲ καὶ οἱ τῆς τρίτης.</p></div><div type="textpart" subtype="section" n="29"><head>29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης.</head><note type="marginal">1, 29, 1</note><p>Ὅτι Ἱέρων ποταμὸν περάσαι βουλόμενος τῶν πολεμίων <lb n="1"/>
ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας
ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω-
<lb n="10"/> τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους
ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι-
παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον
ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν
τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν.</p><note type="marginal">1, 4, 5</note><p>Ὅτι Ἀλκιβιάδης [Κατάνην| κατασχὼν ἄνδρα Καταναῖον <lb n="2"/>
<lb n="16"/> Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα
ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν
Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά-
νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη-
<lb n="20"/> ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς
ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού-
σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ-
ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν
τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος.</p><note type="marginal">2, 1,9</note><p>Ὅτι Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποιούς <lb n="3"/>
<lb n="26"/> ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα-
νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας.
καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ-
λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν
<lb n="30"/> κατέσχεν.</p><note type="footnote">1 προῆγε H 11 Ἱέρακος H 15 [Κατάνην] inserui || 18
Ἀθηναίοις καταλιποῦσι H || 24 ἐν τῆ H || 28 (ἐπὶ) seclusi.</note><pb n="464"/><lb n="4"/><p>Ὅτι Δημοσθένης ἐπὶ Πύλον ἐκπλεύσας ταύτην ἕλε <note type="marginal">3, 1, 1</note>
τρόπῳ τοιούτῳ· προσεποιήσατο γὰρ, ὡς πρὸς τὴν ἄκραν ἔχει
τὴν ὁρμὴν ἀποπλεῦσαι. οἱ δὲ τῆς Πύλου ἀφέντες τὴν πόλιν
πρὸς τὰ ἐκεῖσε τὴν ὁρμὴν ἐποιοῦντο. αὐτὸς δὲ σπουδῇ
ἀναχθεὶς καὶ τῇ Πύλῳ προσορμισθεὶς ἐπειδὴ κενὴν ἀνδρῶν <lb n="5"/>
εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί.</p><lb n="5"/><p>Ὅτι Δημήτριος ἐς Κόρινθον προδότας ἔχων νύκτωρ <note type="marginal">4, 7, 8</note>
προῆλθε καὶ τῶν προδοτῶν αὐτῷ τὰς κατὰ κορυφὴν πύλας
ἀνοιξάντων, δεδιὼς αὐτὸς, μὴ μαθόντες οἱ πολῖται ἐπί-
θοιντο ταῖς κατὰ τὸ ἕτερον μέρος πύλαις, πολλῇ στρατιᾷ <lb n="10"/>
προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ-
θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους.</p><lb n="6"/><p>Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος, τοῦτον αἰσθό- <note type="marginal">deest in Polyaeni codicbus</note>
μένος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν, ὅσα μέλλοι πράττειν,
προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέ- <lb n="15"/>
σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν
ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ
Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν,
νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς
ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ- <lb n="20"/>
πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι.
ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ-
γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων
στρατιωτῶν ἑπτακισχιλίους.</p></div></div></body></text></TEI>