27. Πανικοῦ φόβου λύσις. 2,2.10 Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος, 13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς] inserui. μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι- ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα- φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη- δῶντες καὶ ταραττόμενοι. 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης. Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ 1, 20, 2 ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ- τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε- θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν. Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- 3, 9, 52 φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν 5, 44, 5 τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ- μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας. Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα deest in Polyaeni codicibus ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε- δέξαντο. Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ 7, 11, 6 μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς 19 ἀπεκδεχόμενος H 21 συμμάχων H. ὁπλίσεις Πέρσαις περιθεὶς προσῆγε τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρένμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἀπατώμενοι φιλοφρό- νως ὡς πρὸς οἰκείους προσελθόντες ὑπʼ αὐτῶν πάντες ἐφονεύθησαν, ὁμοίως δὲ καὶ οἱ τῆς τρίτης.