26. Κώλυσις ὁρμῆς ἀλογίστου. 3, 9, 28 Ὅτι Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπείγοντο ἐξελθεῖν ἐν τῇ μάχῃ. Ἰφικράτης δὲ ὀρῶν τοὺς πολενμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μέγα φρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ῾ ἐγὼ μὲν [ ὑμᾶς] εἰς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρο- νεῖν Βοιωτῶν δύνασθαι, τῶν δὲ ἐμοῦ κρειττόνων στρατη- γῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύσασθαι ὁρμῆς. deest in Polyaeni codicibus Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν· ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βου- λομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῇ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέπτειν τὰ δημόσια.᾿