25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν. Ὅτι Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς 1, 40, 3 Ἀθήνας βουλόμενος τοὺς ἰδίους καὶ φύλακας ἀγρύπνους κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα, ὅς δʼ ἂν μὴ ἀντανά- σχῃ ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον, ἀφορῶντες πάντες εἰς τὴν ἀκρό- πολιν. Ὅτι Ἐπαμινώνδας βουλόμενος προσβαλεῖν ἐς 2,3,9 μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίνμισεν. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαιπώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως κατῆλθεν. Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν deest in Polyaeni codicibus τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας· ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε. 2 πολλοὺς λίαν H || 13 προσηγόρευσεν H || 14 ἀνάσχη H 19 Ἰαώνιον H. ἀμφὶ δευτέραν φυλακὴν ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι καταπλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπὼν Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε· Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀννίβας ἐπιπεσὼν πάντας διέφθειρεν. deest in Polyaeni codicibus Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χεινμερίου γενομέ- νης διελὼν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολειμικὸν, τὸ πρῶτον μέρος προσ- βαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων παυσαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον. καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν. 26. Κώλυσις ὁρμῆς ἀλογίστου. 3, 9, 28 Ὅτι Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπείγοντο ἐξελθεῖν ἐν τῇ μάχῃ. Ἰφικράτης δὲ ὀρῶν τοὺς πολενμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μέγα φρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ῾ ἐγὼ μὲν [ ὑμᾶς] εἰς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρο- νεῖν Βοιωτῶν δύνασθαι, τῶν δὲ ἐμοῦ κρειττόνων στρατη- γῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύσασθαι ὁρμῆς. deest in Polyaeni codicibus Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν· ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βου- λομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῇ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέπτειν τὰ δημόσια.᾿ 27. Πανικοῦ φόβου λύσις. 2,2.10 Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος, 13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς] inserui. μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι- ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα- φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη- δῶντες καὶ ταραττόμενοι. 28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης. Ὅτι Σόλων τροπώσασθαι μέλλων τοὺς πολενμίους, ἐπειδὴ 1, 20, 2 ἐν τῇ ἔορτῇ τῆς Δήνμητρος ἔμελλον ἐξιέναι αἱ γυναῖκες ἑορ- τάσουσαι, διʼ αὐτομόλου τοῖς πολεμίοις ὑπέθετο, ὡς, ἐὰν ταύταις ἐπιτηδεύσοιντο, πάσας λάβοιεν. αὐτὸς δὲ νέους στολίσας γυναικείαν στολὴν μετὰ ἐγχειριδίων προῆγεν ὡς πρὸς τὴν ἑορτὴν τῆς Δήμητρος. οἱ πολέμιοι ἐπιθέμενοι ὡς γυναῖκας ἁρπάσοντες ἐπεχείρουν ἀόπλως καὶ διεσπαρμένοι ποιεῖσθαι τὴν ἐπίθεσιν. οἱ δὲ ἀντὶ γυναικῶν ἄνδρες εὑρε- θέντες πολλοὺς αὐτῶν ἀπέσφαξαν. Ὅτι Ἰφικράτης μέλλων τροπώσασθαι πολεμίους μετημ- 3, 9, 52 φίασεν τὴν ἰδίαν δύναμιν τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. Ὅτι Μέμνων Κυζικηνοῖς ἐπιὼν ἀπεκδεχομένοις Χάλκαν 5, 44, 5 τὸν Μακεδόνα πρὸς συμμαχίαν αὐτός τε καὶ οἱ μετʼ αὐτοῦ σχῆμα Μακεδονικὸν περιθέμενοι ὑπὸ Κυζικηνῶν ὡς σύμ- μαχοι προσεδέχθησαν ἀνοιξάντων τὰς τοῦ ἄστεος πύλας. Ὅτι καὶ ιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα deest in Polyaeni codicibus ἐξεκαλοῦντο Ἀργείους πρὸς συμμαχίαν, ὅν κρατήσαντες οἱ Λάκωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπε- δέξαντο. Ὅτι Δαρεῖος πολεμῶν Σάκας τριχῆ διῃρημένους, ἐπειδὴ 7, 11, 6 μιᾶς ἐκράτησε μοίρας τῶν πεσόντων τὰς στολὰς καὶ τὰς 19 ἀπεκδεχόμενος H 21 συμμάχων H. ὁπλίσεις Πέρσαις περιθεὶς προσῆγε τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρένμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἀπατώμενοι φιλοφρό- νως ὡς πρὸς οἰκείους προσελθόντες ὑπʼ αὐτῶν πάντες ἐφονεύθησαν, ὁμοίως δὲ καὶ οἱ τῆς τρίτης. 29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης. 1, 29, 1 Ὅτι Ἱέρων ποταμὸν περάσαι βουλόμενος τῶν πολεμίων ἀντιστρατοπεδευομένων αὐτὸς τοὺς ἱππεῖς ἀνώτερον τάξας ἀπέστειλε διαπεράσαι, ὡσαύτως καὶ τοὺς ψιλοὺς ὑπεράνω- τέρω τῶν ἱππέων. οἱ γοῦν πολέμιοι πρὸς ἀμφοτέρους ἀντιπαραστάντες ὠλιγώθησαν εἰς τὴν τοῦ Ἱέρωνος ἀντι- παράστασιν. ὁ δὲ ὀλιγωθέντας ἰδὼν διεπέρασεν καὶ σημεῖον ἄρας τοῖς ψιλοῖς καὶ ἱππόταις ἀνέστρεψε καὶ διεπέρασεν ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ αὐτὸς ἐπέρασεν. 1, 4, 5 Ὅτι Ἀλκιβιάδης [Κατάνην| κατασχὼν ἄνδρα Καταναῖον Συρακουσίοις γνώριμον καθῆκε Συρακούσαις ὡς πειμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς. οὗτος ἤγγειλεν Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κ ατά- νης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἄμα ἕῳ καταλάβοιεν τῶν Ἀθη- ναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι. ῥᾳδίως πιστεύσαντες οἱ Συρακού- σιοι ἐξῄεσαν ἐπὶ Κατάνης. Ἀλκιβιάδης δὲ ὡς ᾔσθετο παρ- ιόντας αὐτοὺς, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῆ Συρακουσίων πόλει καὶ νικᾷ οὐδενὸς εἴργοντος. 2, 1,9 Ὅτι Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποιούς ἐξαπατῶν Τισαφέρνην λέγοντας αὐτῷ, ὅτι στέλλεται μὲν φα- νερῶς Ἀγησίλαος ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. καὶ οὕτω πεισθεὶς Τισαφέρνης ὥρνμησεν (ἐπὶ) Καρίαν φυ- λάττειν, ὁ δὲ Λάκων κατέδραμεν Λυδίαν καὶ λείαν πολλὴν κατέσχεν. 1 προῆγε H 11 Ἱέρακος H 15 [Κατάνην] inserui || 18 Ἀθηναίοις καταλιποῦσι H || 24 ἐν τῆ H || 28 (ἐπὶ) seclusi. Ὅτι Δημοσθένης ἐπὶ Πύλον ἐκπλεύσας ταύτην ἕλε 3, 1, 1 τρόπῳ τοιούτῳ· προσεποιήσατο γὰρ, ὡς πρὸς τὴν ἄκραν ἔχει τὴν ὁρμὴν ἀποπλεῦσαι. οἱ δὲ τῆς Πύλου ἀφέντες τὴν πόλιν πρὸς τὰ ἐκεῖσε τὴν ὁρμὴν ἐποιοῦντο. αὐτὸς δὲ σπουδῇ ἀναχθεὶς καὶ τῇ Πύλῳ προσορμισθεὶς ἐπειδὴ κενὴν ἀνδρῶν εὗρε τὴν πόλιν, ταύτην ἔλαβεν ἀπονητί. Ὅτι Δημήτριος ἐς Κόρινθον προδότας ἔχων νύκτωρ 4, 7, 8 προῆλθε καὶ τῶν προδοτῶν αὐτῷ τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων, δεδιὼς αὐτὸς, μὴ μαθόντες οἱ πολῖται ἐπί- θοιντο ταῖς κατὰ τὸ ἕτερον μέρος πύλαις, πολλῇ στρατιᾷ προσέβαλλεν. εἰς ἢν ἀντιπερισπασθέντες οἱ πολῖται ἡλώ- θησαν διὰ τῶν προδοθέντων πυλῶν ἐκ τοῦ ἑτέρου μέρους. Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος, τοῦτον αἰσθό- deest in Polyaeni codicbus μένος Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν, ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέ- σθαι τὸ παρὰ Συρακούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγαθοκλεῖ τοῦτο προεμήνυσεν. ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, ἐπειδὰν παραλλάξωσι μικρὸν, νυκτὸς πάλιν συντόνως ἐπανελθεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμ- πιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυ- γῆς καὶ θορύβου προσπεσὼν ἐφόνευσε τῶν Ἀγαθοκλείων στρατιωτῶν ἑπτακισχιλίους.