23. Ἐξ ἀνέμων βοήθεια. deest in Polyaeni codicibus Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο. 24. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας. 1,36,1 Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ. 2,1,10 Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς 7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H. νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολλὴν λείαν συναγαγὼν ἀνέζευξεν. Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον 3,9, 44 χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.