21. Περὶ πυρσῶν. Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς 2, 28, 2 πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ πολλὴν λείαν συνῆξεν. Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους 6,2, 1 πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ- τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι- πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους. Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- 6, 19, 2 σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες. Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς. 22. Ἐκ πυρὸς βοήθεια. Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] 1,39,3 κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν. 9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui. 1, 40, 7 Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο. 4, 7,9 Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν. 4,9, 5 Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο. 23. Ἐξ ἀνέμων βοήθεια. deest in Polyaeni codicibus Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.