<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="21"><pb n="458"/><head>21. Περὶ πυρσῶν.</head><lb n="1"/><p>Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς <note type="marginal">2, 28, 2</note>
πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι
καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ
πολλὴν λείαν συνῆξεν.</p><lb n="2"/><p>Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους <note type="marginal">6,2, 1</note>
πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων
διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ-
τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν
φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ <lb n="10"/>
δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ
δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ
τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι-
πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς
Ἀθηναίους.</p><lb n="3"/><p>Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- <note type="marginal">6, 19, 2</note>
σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες.
Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης
ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς
συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς.</p><lb n="20"/></div><div type="textpart" subtype="section" n="22"><head>22. Ἐκ πυρὸς βοήθεια.</head><lb n="1"/><p>Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] <note type="marginal">1,39,3</note>
κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης,
ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν
πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- <lb n="25"/>
οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους
ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ-
εβοήθησεν.</p><note type="footnote">9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui.</note><pb n="459"/><note type="marginal">1, 40, 7</note><p>Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ <lb n="2"/>
τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ-
θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν
ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο.</p><note type="marginal">4, 7,9</note><p>Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους <lb n="3"/>
<lb n="6"/> ἐνίκησεν.</p><note type="marginal">4,9, 5</note><p>Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν <lb n="4"/>
λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε
Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ-
<lb n="10"/> κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας
πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς
τόπους τῆς πορείας ταύτης ἀπετράπετο.</p></div></div></body></text></TEI>