<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="20"><head>20. Περὶ συνθημάτων.</head><note type="marginal">1,14</note><p>Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- <lb n="1"/>
<lb n="6"/> λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ-
λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο-
μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ
τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ-
<lb n="10"/> ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο-
μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι
κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς
ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε-
ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν.
5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- <lb n="2"/>
<lb n="16"/> ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό-
πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς
ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς
μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία
<lb n="20"/> γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ
συνθήματος.</p><note type="marginal">5,33,2</note><p>Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ <lb n="3"/>
τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν
ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ-
<lb n="25"/> μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.</p><note type="marginal">7,11,2</note><p>Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι <lb n="4"/>
συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο-
σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ
ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους.</p><note type="footnote">5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς
H || 15 ἀπολειφθεὶς H.</note></div><div type="textpart" subtype="section" n="21"><pb n="458"/><head>21. Περὶ πυρσῶν.</head><lb n="1"/><p>Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς <note type="marginal">2, 28, 2</note>
πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι
καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ
πολλὴν λείαν συνῆξεν.</p><lb n="2"/><p>Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους <note type="marginal">6,2, 1</note>
πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων
διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ-
τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν
φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ <lb n="10"/>
δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ
δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ
τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι-
πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς
Ἀθηναίους.</p><lb n="3"/><p>Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- <note type="marginal">6, 19, 2</note>
σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες.
Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης
ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς
συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς.</p><lb n="20"/></div><div type="textpart" subtype="section" n="22"><head>22. Ἐκ πυρὸς βοήθεια.</head><lb n="1"/><p>Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] <note type="marginal">1,39,3</note>
κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης,
ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν
πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- <lb n="25"/>
οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους
ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ-
εβοήθησεν.</p><note type="footnote">9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui.</note><pb n="459"/><note type="marginal">1, 40, 7</note><p>Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ <lb n="2"/>
τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ-
θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν
ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο.</p><note type="marginal">4, 7,9</note><p>Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους <lb n="3"/>
<lb n="6"/> ἐνίκησεν.</p><note type="marginal">4,9, 5</note><p>Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν <lb n="4"/>
λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε
Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ-
<lb n="10"/> κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας
πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς
τόπους τῆς πορείας ταύτης ἀπετράπετο.</p></div><div type="textpart" subtype="section" n="23"><head>23. Ἐξ ἀνέμων βοήθεια.</head><note type="marginal">deest in Polyaeni codicibus</note><p>Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ-
codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν
<lb n="16"/> φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ-
μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.</p></div><div type="textpart" subtype="section" n="24"><head>24. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας.</head><note type="marginal">1,36,1</note><p>Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς <lb n="1"/>
<lb n="20"/> ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς
Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ.</p><note type="marginal">2,1,10</note><p>Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ <lb n="2"/>
ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν
ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν
<lb n="25"/> ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο-
νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα
ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ
τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς
<note type="footnote">7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H.</note>

<pb n="460"/>
νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ
τοὺς Ἀκαρνᾶνας πολλὴν λείαν συναγαγὼν ἀνέζευξεν.</p><lb n="3"/><p>Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον <note type="marginal">3,9, 44</note>
χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον
τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος <lb n="5"/>
κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως
κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν
πολλὴν ἀπηνέγκατο.</p></div></div></body></text></TEI>