20. Περὶ συνθημάτων. 1,14 Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ- λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο- μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ- ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο- μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε- ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν. 5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό- πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος. 5,33,2 Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ- μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον. 7,11,2 Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο- σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους. 5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς H || 15 ἀπολειφθεὶς H. 21. Περὶ πυρσῶν. Ὅτι Μάγας φρυκτωροὺς κατασχὼν προσέταξεν αὐτοῖς 2, 28, 2 πυρσὸν φίλιον ἑσπέρας καὶ πάλιν βαθέως ὄρθρου ποιῆσαι καὶ οὕτως τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας καὶ πολλὴν λείαν συνῆξεν. Ὅτι Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους 6,2, 1 πρὸς πάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐκ ἔχων διεπέμψατο ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώ- τας, ὅπως, εἴ τινες τῶν πολεμίων (τῶν) νεῶν ἐκλίποιεν τὴν φυλακὴν, μετὰ τοῦ ἐξ ἔθους ἑνὸς πυρσοῦ ἀναδείξωσι καὶ δεύτερον τοῖς ἐν Μαγνησίᾳ κακεῖνοι τοῖς ἐν Παγασαῖς. τοῦ δὲ Λεωσθένους τὰς τριήρεις ἄλλας ἀλλαχοῦ ἐκπέμψαντος διὰ τῶν εἰρημένων πυρσῶν μεμαθηκὼς Ἀλέξανδρος καὶ ἐπι- πλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους. Ὅτι Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι πυρ- 6, 19, 2 σοὺς πολεμίους ἀνέσχον συμμαχίαν ἀπὸ Θηβῶν καλοῦντες. Πλαταιεῖς ἀντανέσχον πυρσοὺς φιλίους καὶ ἐκ τῆς τοιαύτης ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους ἔπεισαν ἀποστῆναι τῆς συμμαχίας ἀμφιδοξήσαντας τοῖς ἐναντίοις πυρσοῖς. 22. Ἐκ πυρὸς βοήθεια. Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ ἐν τῷ] 1,39,3 κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν. 9 (τῶν) seclusi 18 ἀνταιίσχον H 22 [ ἐν τῷ] inserui. 1, 40, 7 Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο. 4, 7,9 Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν. 4,9, 5 Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο. 23. Ἐξ ἀνέμων βοήθεια. deest in Polyaeni codicibus Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμ- codicibus μων ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλ- μοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο. 24. Δῄωσις καὶ φειδὼ τῆς τῶν πολεμίων χώρας. 1,36,1 Ὅτι Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπενμψε τριήρεις Ἀθηναίων, οἴ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συνμβῇ. 2,1,10 Ὅτι Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλεν. τῶν δὲ ἀναφυγόντων εἰς τὰ ὄρη αὐτὸς οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλʼ ἐς τὰ πλάγια τῆς χώρας πέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρνᾶνες καταφρο- νήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας ἐκ τῶν ὀρῶν κατέβησαν πρὸς τὰς πόλεις τὰς κατὰ τὸ πεδίον. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς 7 ὑπὸ τοῖς λόφοις Polvaen. || 21 παρασχεῖν H. νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολλὴν λείαν συναγαγὼν ἀνέζευξεν. Ὅτι Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόνησον 3,9, 44 χωρίον τι καταλαβὼν ἐτείχισεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκοδομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης δὲ καταδραμὼν λείαν πολλὴν ἀπηνέγκατο.