2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα 5, 11 ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο- κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν.