<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="19"><head>19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.</head><note type="marginal">1,40,9</note><p>Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν <lb n="1"/>
στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν,
<lb n="25"/> αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο.
οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης
προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό-
μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς
ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα-
<lb n="30"/> στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ-
τοντο καὶ κατὰ κράτος ἡττήθησαν.</p><note type="footnote">14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H.</note><pb n="456"/><lb n="2"/><p>Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων <note type="marginal">3,9,48</note>
πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς
λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον
ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ-
έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου <lb n="5"/>
γενόμενος πάντας διέφθειρεν.</p><lb n="3"/><p>Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν <note type="marginal">5, 16, 2</note>
ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ
τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο-
φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων <lb n="10"/>
ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο-
λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο-
γκούντων.</p><lb n="4"/><p>Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- <note type="marginal">deest in Polyaeni codicibus</note>
ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους
ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα <lb n="16"/>
ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ
πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα-
κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.</p><lb n="5"/><p>Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- <note type="marginal">7, 14, 2</note>
γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ <lb n="21"/>
χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς
δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς
ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε-
λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- <lb n="25"/>
ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ-
εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος
πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν.</p><lb n="6"/><p>Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν <note type="marginal">8, 23, 11</note>
ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- <lb n="30"/>
χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους
ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ
<note type="footnote">17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H.</note>

<pb n="457"/>
δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου
ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς
μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.</p></div></div></body></text></TEI>