<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="18"><pb n="454"/><head>18. Περὶ τῆς παρατάξεως.</head><lb n="1"/><p>Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- <note type="marginal">1, 10</note>
σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος
συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά-
κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ <lb n="5"/>
δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν.</p><lb n="2"/><p>Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς <note type="marginal">2, 10, 2</note>
στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον
ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι-
δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν <lb n="10"/>
φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν.</p><lb n="3"/><p>Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, <lb n="7"/>
ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ
ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ
ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος <lb n="15"/>
γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην.</p><lb n="4"/><p>Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν <note type="marginal">cf. 3, 9, 22</note>
ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν
καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος.</p><lb n="5"/><p>Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- <note type="marginal">4, 3, 5</note>
γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν <lb n="21"/>
πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν,
ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν-
δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς
ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν <lb n="25"/>
ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν
ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ-
τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ
νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου
ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης <lb n="30"/>
<note type="footnote">6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H.</note>

<pb n="455"/>
ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην
ἐνίκησαν.</p><note type="marginal">4,3,6</note><p>Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- <lb n="6"/>
κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη
<lb n="5"/> πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα
χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς
μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο-
φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν
πολεμίων ληψόμεθα.</p><note type="marginal">8, 23, 25</note><p>Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν <lb n="7"/>
<lb n="11"/> πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο-
μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ-
πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ
αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν.</p><note type="marginal">deest in Polyaeni codioibus</note><p>Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- <lb n="8"/>
σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ
<lb n="17"/> δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς
αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα
ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ-
<lb n="20"/> ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ-
πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον.</p></div><div type="textpart" subtype="section" n="19"><head>19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.</head><note type="marginal">1,40,9</note><p>Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν <lb n="1"/>
στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν,
<lb n="25"/> αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο.
οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης
προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό-
μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς
ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα-
<lb n="30"/> στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ-
τοντο καὶ κατὰ κράτος ἡττήθησαν.</p><note type="footnote">14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H.</note><pb n="456"/><lb n="2"/><p>Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων <note type="marginal">3,9,48</note>
πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς
λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον
ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ-
έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου <lb n="5"/>
γενόμενος πάντας διέφθειρεν.</p><lb n="3"/><p>Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν <note type="marginal">5, 16, 2</note>
ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ
τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο-
φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων <lb n="10"/>
ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο-
λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο-
γκούντων.</p><lb n="4"/><p>Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- <note type="marginal">deest in Polyaeni codicibus</note>
ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους
ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα <lb n="16"/>
ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ
πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα-
κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.</p><lb n="5"/><p>Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- <note type="marginal">7, 14, 2</note>
γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ <lb n="21"/>
χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς
δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς
ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε-
λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- <lb n="25"/>
ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ-
εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος
πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν.</p><lb n="6"/><p>Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν <note type="marginal">8, 23, 11</note>
ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- <lb n="30"/>
χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους
ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ
<note type="footnote">17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H.</note>

<pb n="457"/>
δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου
ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς
μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.</p></div><div type="textpart" subtype="section" n="20"><head>20. Περὶ συνθημάτων.</head><note type="marginal">1,14</note><p>Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- <lb n="1"/>
<lb n="6"/> λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ-
λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο-
μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ
τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ-
<lb n="10"/> ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο-
μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι
κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς
ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε-
ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν.
5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- <lb n="2"/>
<lb n="16"/> ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό-
πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς
ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς
μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία
<lb n="20"/> γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ
συνθήματος.</p><note type="marginal">5,33,2</note><p>Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ <lb n="3"/>
τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν
ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ-
<lb n="25"/> μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.</p><note type="marginal">7,11,2</note><p>Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι <lb n="4"/>
συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο-
σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ
ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους.</p><note type="footnote">5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς
H || 15 ἀπολειφθεὶς H.</note></div></div></body></text></TEI>