18. Περὶ τῆς παρατάξεως. Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- 1, 10 σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά- κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν. Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς 2, 10, 2 στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι- δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν. Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην. Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν cf. 3, 9, 22 ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος. Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- 4, 3, 5 γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν, ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν- δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ- τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης 6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H. ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην ἐνίκησαν. 4,3,6 Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο- φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ληψόμεθα. 8, 23, 25 Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο- μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ- πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν. deest in Polyaeni codioibus Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ- ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ- πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον. 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους. 1,40,9 Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν, αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο. οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό- μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα- στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ- τοντο καὶ κατὰ κράτος ἡττήθησαν. 14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H. Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων 3,9,48 πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ- έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου γενόμενος πάντας διέφθειρεν. Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν 5, 16, 2 ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο- φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο- λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο- γκούντων. Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- deest in Polyaeni codicibus ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα- κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ. Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- 7, 14, 2 γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε- λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ- εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν. Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν 8, 23, 11 ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ 17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H. δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο. 20. Περὶ συνθημάτων. 1,14 Ὅτι Κλεομένης Λακεδαιμονίων βασιλεὺς Ἀργείοις ἐπο- λένμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυ- λακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεο- μένης ἐβούλετο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξ- ιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεο- μένης λάθρα παράγγελμα ἔδωκεν ὅταν ἀριστοποιεῖσθαι κηρύξω, ὁπλίσασθε᾿ . ὁ μὲν ἐκήρυξεν, οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτρέποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐχε- ρῶς ἀόπλους καὶ γυμνοὺς Ἀργείους προστυχὼν ἀπέκτεινεν. 5,16.5 Ὅτι Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀπο- ληφθεὶς ἔπεμψεν αὐτόμολον εἰς τὸ τῶν πολεμίων στρατό- πεδον. καὶ διʼ αὐτοῦ τὸ σύνθημα αὐτῶν ἐκμαθὼν νυκτὸς ἐπιθένμενος αὐτοῖς τοὺς πλείονας αὐτῶν διέφθειρεν. αὐτὸς μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος. 5,33,2 Ὅτι καὶ Πομπίσκος τῶν πολεμίων ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγ- μασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον. 7,11,2 Ὅτι Δαρεῖος μέλλων νύκτωρ τοῖς πολειμίοις ἐπιθέσθαι συνεβούλευσε τὸ τιαροδέσμιον, ὅ τῆς κεφαλῆς ὄπιθεν ἀπο- σφίγγει τὴν τιάραν, εἰς μέτωπον αὐτοὺς περιαγαγεῖν τοῦ ἔχειν σημεῖον εἰς τὸ γνωρίζειν ἀλλήλους. 5 Ἀργείους H 8 σημαίνειν H 9 ἐξιόντων H || 14 ἁπλοὺς H || 15 ἀπολειφθεὶς H.