17. Τακτικά. 2, 1, 2 Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν. 2, 10, 4 Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν. 4, 3, 22 Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν. 9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H. 18. Περὶ τῆς παρατάξεως. Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- 1, 10 σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά- κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν. Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς 2, 10, 2 στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι- δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν. Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην. Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν cf. 3, 9, 22 ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος. Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- 4, 3, 5 γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν, ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν- δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ- τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης 6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H. ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην ἐνίκησαν. 4,3,6 Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο- φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ληψόμεθα. 8, 23, 25 Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο- μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ- πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν. deest in Polyaeni codioibus Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ- ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ- πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον.