15. Φαντασία πλήθους. 1, 46 Ὅτι τοῦτο ποιεῖ, εἰ τοῖς κτήνεσι ἀσιτεῖν πρὸς μίαν ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. 2, 1, 17 Ὅτι Ἀγησίλαος πλῆθος ἱππέων βουλόμενος τοῖς πολε- μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον. 3, 9, 19 Ὅτι Ἰφικράτης, εἰ μὲν πλείονας ἐκέκτητο στρατιώτας καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο. 3, 9, 42 Ὅτι ὁ αὐτὸς νύκτωρ ἐπιθέσθαι μέλλων τοῖς πολεμίοις προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν. 4, 8, 4 Ὅτι Εὐμένης τὴν δύναμιν κατὰ κώμας χειμάσουσαν ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- 2 τοῖς κτήνεσι τοῖς H || 13 Ἀερωπὸς H || 24 χειμάσασαν H || 28 ὅρια H. τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν. Ὅτι Πτολεμαῖος Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος 4, 19 (18) τὸν ποταμὸν συναγαγὼν ἐκ τῆς χώρας συφόρβια, βουκόλια καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν. Ὅτι Τύννιχος πόλεως αὐτῷ ἐν παραθαλασσίᾳ πολιορ- 5, 23 κουμένης βουλόμενος τῆς πολιορκίας ἀπολυτρώσασθαι μίαν ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο. Ὅτι Τριβαλλοῖς Σκύθαι παρατάσσεσθαι μέλλοντες παρήγ- 7, 44, 1 γειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφοροῖς, ἐπειδὰν αἴσθων- ται συμβάλλοντας αὐτοὺς, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον. Ὅτι καὶ Καῖσαρ τοὺς πολεμίους ὁρῶν πολλοὺς ἱππεῖς 8, 23, 12 ἔχοντας, αὐτὸς δὲ ὀλίγους ἔταξεν ἔμπροσθεν τῶν ἱππέων λόχους τέσσαρας πεζῶν παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ. 14 Τυρήννιχος H || 20 εἶχον H || 22 στόλον H. 16. Φαντασία ὀλιγότητος. f. 1, 47, 13 11, 3 Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο 5, 22, 2 ἓν ἱστίον ἐξαρτῆσαι. 8, 23, 7 Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν. 17. Τακτικά. 2, 1, 2 Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν. 2, 10, 4 Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν. 4, 3, 22 Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν. 9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H. 18. Περὶ τῆς παρατάξεως. Ὅτι χρήσιμος ὁ τῶν αὐλῶν ἦχος ἐν τοῖς πολέμοις ἀδιά- 1, 10 σπαστον καὶ καλῶς συντεταγμένην τὴν φάλαγγα δυνάμενος συντηρεῖν. τούτου δὲ μαρτύριον, ὅτι ἐν Λεύκτροις οἱ Λά- κωνες παραταξάμενοι ἐνίκων προησκημένοι τὸν αὐλὸν, ἐπεὶ δὲ ἄνευ τούτου τὸν πόλεμον ἠρέθισαν, εἰς φυγὴν ἐτράπησαν. Ὅτι Κλεανδρίδας τὸν πόλεμον νικήσας προῆγε τοὺς 2, 10, 2 στρατιῶτας εἰς τὰ σκηνώματα τῶν ἐναντίων, δεικνὺς ἄλλον ἀλλαχοῦ πεπτωκότα ἐκ τοῦ διεσπάσθαι ἀπʼ ἀλλήλων, παι- δεύων τοὺς οἰκείους μὴ διασπᾶν τὴν παράταξιν ὡς μέγαν φέροντα τὸν κίνδυνον τὸν τοιοῦτον διασπασμόν. Ὅτι Φίλιππος, ἡνίκα πρὸς ἀγυμνάστους ἔμελλε τὴν παρά- 4, 2, ταξιν ποιεῖν γεγυμνασμένους τοὺς οἰκείους ἔχων, ἐπὶ πολὺ ἐξέτεινε τὸν χρόνον τῆς παρατάξεως, ὡς ἂν τῷ τοιούτῳ τρόπῳ ἐκλύῃ τοὺς ἐναντίους. ἡνίκα δὲ ἀγυμνάστους κεκτημένος γεγυμνασμένοις ἔμελλε παρατάσσεσθαι ἔσπευδε τὴν μάχην. Ὅτι ζῴῳ ἀμάχῳ τὴν ἴσχυν ἡ φάλαγξ ἔοικεν, ἕως μέν cf. 3, 9, 22 ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν, διαλυθὲν δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος. Ὅτι Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγ- 4, 3, 5 γελμα τοῖς οἰκείοις δέδωκεν, ἵνα, ἡνίκα ἐγγὺς γένωνται τῶν πολεμίων, γόνυ κλίναντες τοῖν χεροῖν διατρίβωσι τὴν γῆν, ἡνίκα δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε μετὰ θυμοῦ καὶ ἀν- δρείας τοῖς πολεμίοις προσβάλλειν. τοῦτο ποιήσαντες εἰς ἔκπληξιν ἔφερον τοὺς πολενμίους σχῆμα προσκυνούντων τῶν ἀντιπαραταττομένων νομίζοντας. καὶ διὰ τοῦτο τὴν ἰσχὺν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι ἐπὶ τοσοῦ- τον, ὥστε καὶ τὸν βασιλέα αὐτῶν μεγαλαυχεῖν ὡς ἀμαχητὶ νενικηκότα τὸν πόλεμον. τοῦ δὲ συνθήματος γενομένου ἐξαίφνης οἱ Μακεδόνες ἀναστάντες μετὰ τῆς προσηκούσης 6 ήρέθ σαν] ἐρεθησαν H || 15 ἐκλύει H || 26 νουίζοντες H. ὁρμῆς ῥοιζηδὸν ἐμβάλλουσι τοῖς πολενμίοις καὶ μεγάλην νίκην ἐνίκησαν. 4,3,6 Ὅτι Ἀλεξάνδρου πολεμοῦντος Πέρσας μοίρας τινὸς Περσι- κῆς τὰ σκευοφόρα τῶν ζῴων ἁρπαζούσης ἀγγελθὲν αὐτῷ ἔφη πρὸς τοὺς ἐπαγγείλαντας, ὡς οὐ χρὴ διαλύσαι τὴν φάλαγγα χάριν τῆς ἐκείνων ἐπιθέσεως, ἀλλὰ τοῖς πολενμίοις αὐτοῖς μάχεσθαι καὶ ὅτι ἡττηθέντες μὲν οὐδʼ αὐτῶν τῶν σκευο- φόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ληψόμεθα. 8, 23, 25 Ὅ Καῖσαρ Πομπηΐῳ παραταξάμενος ὁρῶν τοὺς τῶν πολειμίων νέους ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σενμνυνο- μένους παρήγγειλε τοὺς ἰδίους στρατιώτας ἐπὶ τῶν προσώ- πων αὐτοὺς τιτρώσκειν. οἱ δὲ διὰ τὸ μὴ λωβηθῆναι τὸ αὐτῶν κάλλος εἰς φυγὴν ἐτράπησαν. deest in Polyaeni codioibus Ὅτι τὸ τῆς φάλαγγος εἶδος οὕτως ὀφείλει παρατάττε- σθαι τῶν πρωτοστατῶν καὶ ἐπιστατῶν καὶ τῶν τρίτων τὰ δόρατα ἀναλογοῦντα κατὰ τὴν ἑκάστου στάσιν ἐν ἴσῳ τὰς αἰχμὰς προάγεσθαι, μετὰ δὲ τοὺς τρίτους χρὴ τὰ δόρατα ἔχειν ὀρθὰ, ὡς, εἴ τι ἐλλιπὲς γένοιτο τῆς τάξεως, ἀναπίῃ- ῥώσουσιν αὐτοὶ, εἰ δὲ κύκλωσις γένηται, στραφέντες εἰς τοὐ- πίσω ποιήσουσι τὴν φάλαγγα ἀμφίστονμον. 19. Πῶς δεῖ κυκλῶσαι πολεμίους. 1,40,9 Ὅτι Ἀλκιβιάδης Κύζικον πολιορκῶν ἔπεμψεν ἀπόνμοιραν στρατοῦ, ὅπως τοὺς κατὰ τὴν πόλιν ἀποχωροῦντας κωλύσουσιν, αὐτὸς δὲ μετʼ ὀλίγων νεῶν πρὸς τὴν ναυμαχίαν ἀνήγετο. οἱ Κυζικηνοὶ μετὰ πλειόνων ἀνήχθησαν, ὁ δὲ Ἀλκιβιάδης προσεποιήσατο φεύγειν. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὴν ἀπό- μοιραν ἐγένοντο, Ἀλκιβιάδης τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρῴρους, οἱ δὲ Κυζικηνοὶ πρὸς τὴν πόλιν ἀνα- στρέψαντες ὑπὸ τῆς ἀπονμοίρας περικυκλῶ θέντες κατεσφάτ- τοντο καὶ κατὰ κράτος ἡττήθησαν. 14 αὐτῶν H 24 κωλύουσιν H 28 ἐπέτρεψε H. Ὅτι Ἰφικράτης λείαν ἔκ τινων χώρων 3,9,48 πολλὴν, ἐπειδὴ ἐδιώκετο παρὰ τοῦ φρουράρχου, πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας, κούφους καὶ ψιλοὺς κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο καὶ τούτοις προσ- έχοντι αὐτὸς μετὰ ἀδείας περικυκλώσας καὶ κατὰ νώτου γενόμενος πάντας διέφθειρεν. Ὅτι Παμμένης παρατασσομένων αὐτῷ πολεμίων πολλὴν 5, 16, 2 ἵππον κεκτημένων αὐτὸς τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑπο- φεύγειν, τοὺς δὲ ἱππεῖς καθʼ ἑκάτερα μέρη τῶν κεράτων ἵστασθαι. τούτου γενομένου εὐχερῶς περικυκλώσας τῶν πο- λεμίων περιεγένετο ἀναστρεψάντων καὶ αὐτῶν φεύγειν δο- γκούντων. Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γεν- deest in Polyaeni codicibus ναιοτέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προύχοντας ὑπὲρ τὴν φάλαγγα, καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντα- κισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ. Ὅτι Ὀρόντης ἀποστὰς ἐπολένμει τοῖς βασιλέως στρατη- 7, 14, 2 γοῖς καὶ παρήγγειλε τοῖς στρατιώταις ἐχυρὸν μάλιστα τὸ χαράκωμα ποιεῖν καὶ οὕτως ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους λαβὼν ἱππέας ἐξώρμησεν καὶ διὰ τῆς ἐπὶ Σάρδεις ὁδοῦ λείαν πολλὴν ἀπήλασεν καὶ πένμψας ἄγγε- λον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῇ ὑστε- ραίᾳ ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπ- εξῆλθον, αὐτὸς δὲ κατὰ νώτου τῶν πολειμίων γενόνμενος πλείστους αὐτῶν καὶ ἔκτεινε καὶ ἐζώγρησεν. Ὅτι Καῖσαρ Γαλατίαν πόλιν πολιορκῶν τῶν Γαλατῶν 8, 23, 11 ἀθροισθέντων εἰς εἴκοσι πέντε μυριάδας αὐτὸς νύκτωρ δισ- χιλίους ὁπλίτας καὶ τοὺς ἱππέας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας τῆς ὑστεραίας ἀμφὶ 17 [οἱ πολέμιοι| inseruit ,W || 20 ἀποστείλας H 25 τοὺς H. δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι. αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν εἰς μάχην καὶ ἐκ τούτου πλεῖστον φόνον ἁλάτων εἰργάσατο.