15. Φαντασία πλήθους. 1, 46 Ὅτι τοῦτο ποιεῖ, εἰ τοῖς κτήνεσι ἀσιτεῖν πρὸς μίαν ἡμέραν ποιήσῃ, νυκτὸς δὲ ἀρχομένης ἐάσῃ πρὸς τροφὴν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνασκιρτῶσι καὶ ψόφον ἐγείρουσι πολύν. πρὸς τούτοις δὲ καὶ στρατιώτας ἄλλον ἀλλαχοῦ σκεδασθέντες διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. 2, 1, 17 Ὅτι Ἀγησίλαος πλῆθος ἱππέων βουλόμενος τοῖς πολε- μίοις παραδεῖξαι εἰς διφαλαγγίαν τοὺς πρωτοστάτας τῶν ἱππέων τάξας ὑπέταξεν ὄνους τε καὶ ἡμιόνους ἐπιβάσας ἄνδρας μεθʼ ὁπλίσεως ἱππικῆς καὶ τοὺς ἀχρηστοτέρους τῶν ἵππων καὶ ἕτερα ζῷα φαντασίαν παρέχοντα πλήθους ἱππι- κοῦ, ἣν καταπλαγεὶς Ἀέροπος ἐσπείσατο τὴν δίοδον. 3, 9, 19 Ὅτι Ἰφικράτης, εἰ μὲν πλείονας ἐκέκτητο στρατιώτας καὶ λαθεῖν ἐβούλετο τοῖς πολεμίοις, δύο στρατιώτας μίαν στιβάδα ποιεῖν προσέτασσεν, εἰ δὲ πολὺ πλῆθος παραδεῖξαι, τὸν ἕνα στρατιώτην δύο στιβάδας ποιεῖν· καὶ ταχέως ἐξ ἄλλου χωρίου εἰς ἄλλο μεθίστατο. 3, 9, 42 Ὅτι ὁ αὐτὸς νύκτωρ ἐπιθέσθαι μέλλων τοῖς πολεμίοις προσέταξε σαλπιγκτὰς ἄλλον ἀλλαχοῦ διασκορπισθέντας κατὰ διαφόρους τόπους σαλπίζειν διάφορα. τῶν δὲ πολεμίων ὧδε κἀκεῖσε πρὸς τὰς φωνὰς χωριζονμένων, ἐπειδὴ ὀλιγωθέντας εἶδε τοὺς ἐν τῷ χάρακι, προσβαλὼν κατὰ κράτος ἐνίκησεν. 4, 8, 4 Ὅτι Εὐμένης τὴν δύναμιν κατὰ κώμας χειμάσουσαν ἀποστείλας, τῶν πολεμίων αὐτῷ ἐξαίφνης περιελθόντων, βουλόμενος πεῖσαι, ὡς πᾶσα ἡ δύναμις αὐτῷ περισυνέστη, ἀποστείλας νύκτωρ τοὺς ἰδίους παῖδας πῦρ ἐν ἀγγείοις ἔχον- τας εἰς τὰ μετέωρα καὶ ἄπωθεν ὄρεια διαστάντας ἀπʼ ἀλλή- λων ὅσον πήχεις εἴκοσιν ὕλην ἱκανὴν καῦσαι προσέταξεν, τὰ δὲ πυρὰ πρώτης μὲν φυλακῆς ἐκκαῦσαι σφοδρότερον, δευ- 2 τοῖς κτήνεσι τοῖς H || 13 Ἀερωπὸς H || 24 χειμάσασαν H || 28 ὅρια H. τέρας δὲ ἐλλαττότερον, τρίτης δὲ μικρὰ παντάπασιν ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείρᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ πολέμιοι καὶ τὴν δύναμιν ἐπισυνῆφθαι τῷ Εὐμένει νομί- σαντες μὴ θαρρήσαντες ἐπιθεῖν ἀνεχώρησαν. Ὅτι Πτολεμαῖος Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος 4, 19 (18) τὸν ποταμὸν συναγαγὼν ἐκ τῆς χώρας συφόρβια, βουκόλια καὶ ἑτέρας κτηνῶν ἀγέλας προσέταξεν ἑκάστῳ ζῴῳ φρυγάνου φορτίον ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείρῃ πλεῖ- στον, αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς, ὅσους εἶχε, τολμηρῶς τοῖς πολεμίοις προσήνεγκεν. οἱ δὲ πολὺ πλῆθος ἐκ τοῦ κονιορτοῦ ἐπιέναι νομίσαντες, ἀλλὰ καὶ τὴν τοῦ Πτολεμαίου τόλμαν ἐκεῖθεν ὑποπτεύσαντες αὐτίκα ἔφυ- γον, καὶ οἱ πλεῖστοι αὐτῶν διεφθάρησαν. Ὅτι Τύννιχος πόλεως αὐτῷ ἐν παραθαλασσίᾳ πολιορ- 5, 23 κουμένης βουλόμενος τῆς πολιορκίας ἀπολυτρώσασθαι μίαν ναῦν κεκτημένος καὶ ἀναχθεὶς ἐπʼ αὐτῆς, ἐν διαφόροις σκά- φεσιν ἀνὰ ἑνὸς ἐμβιβάσας ἀνδρὸς μετὰ ἑνὸς σαλπιγκτοῦ δια- στήσας συμμέτρως ἐκέλευσεν, ἡνίκα αὐτὸς ἀποσημάνῃ, δια- δεξαμένους καὶ αὐτοὺς ὑποσημαίνειν παραλλάσσοντας τοὺς χρόνους, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. τούτῳ τῷ τρόπῳ οἱ πολιορκοῦντες νομίσαντες ἐπί- πλουν εἶναι στόλου μείζονος καταλιπόντες τὴν πόλιν ᾤχοντο. Ὅτι Τριβαλλοῖς Σκύθαι παρατάσσεσθαι μέλλοντες παρήγ- 7, 44, 1 γειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφοροῖς, ἐπειδὰν αἴσθων- ται συμβάλλοντας αὐτοὺς, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐλαύνοντας. οὓς ἰδόντες οἱ πολένμιοι καὶ πλῆθος ἱππέων καὶ πεζῶν εἶναι νομίσαντες ἔφυγον. Ὅτι καὶ Καῖσαρ τοὺς πολεμίους ὁρῶν πολλοὺς ἱππεῖς 8, 23, 12 ἔχοντας, αὐτὸς δὲ ὀλίγους ἔταξεν ἔμπροσθεν τῶν ἱππέων λόχους τέσσαρας πεζῶν παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἐγείρειν πλῆθος κονιορτοῦ. 14 Τυρήννιχος H || 20 εἶχον H || 22 στόλον H. 16. Φαντασία ὀλιγότητος. f. 1, 47, 13 11, 3 Ὅτι ἐν μὲν ναυσὶ χρὴ συζεῦξαι τὰς ναῦς καὶ κατὰ δύο 5, 22, 2 ἓν ἱστίον ἐξαρτῆσαι. 8, 23, 7 Ὅτι Καῖσαρ πολεμῶν Γαλάταις καὶ βουλόμενος δόξαν ἐμποιῆσαι, ὡς ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον διετείχισεν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο· ἐκ δὲ τοῦ χάρα- κος προελθόντες ὀλίγοι ἱππεῖς καὶ τοὺς πολεμίους ἐκκαλού- μενοι σκιρτῶντες ἐπαναστῆναι προυτρέψαντο. αὐτὸς δὲ ἐξαί- φνης προσπεσὼν κατὰ νώτου καὶ ἐν μέσῳ τοὺς βαρβάρους καταλαβὼν τοὺς πλείονας διέφθειρεν. 17. Τακτικά. 2, 1, 2 Ὅτι Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις παρετάσ σοντο, ὧν ἡγεῖτο Χαβρίας καὶ Γοργίδας, οἳ καὶ παρήγγειλαν τοὺς αὐτῶν στρατιώτας μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ τὰ δόρατα ὀρθὰ προτειναμένους. οἱ δὲ ἐναντίοι τὸ στάσι- μον καταπλαγέντες τῆς μάχης ἀνεχώρησαν. 2, 10, 4 Ὅτι Κλεανδρίδας Λευκανοῖς πολεμῶν καὶ ὀλίγους παρα- δεῖξαι τοὺς οἰκείους μηχανώμενος πρὸς τὸ ἐκκαλέσασθαι τοὺς ἐναντίους παρήγγειλεν εἰς βάθος πυκνῶσαι τὴν φάλαγγα· οἱ δὲ πολέμιοι ὑπερκεράσαι βουλόμενοι, αὐτὸς τοὺς ἐπιστάτας μετα- βαίνειν εἰς παράταξιν προτρεψάμενος κατὰ πολύ ποιήσας ἐπιμηκεστέραν τὴν ἰδίαν φάλαγγα ὑπερφαλαγγήσας καὶ κυ- κλωσάμενος ἐνίκησεν. 4, 3, 22 Ὅτι Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππι- κὸν ἐπὶ τοῦ δεξιοῦ μέρους ἔταξεν ἐν μετώπῳ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ ἀριστεροῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξεν. 9 σκιρτῶντας H || προυτρέψατο H || 15 αὐτῶν H || 23 ὑπερ- φαλαγγίσας H || 27 καμπίω H.