<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="14"><head>14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην.</head><note type="marginal">1, 33</note><p>Ὅτι Λεωτυχίδης περὶ Μυκάλην τῶν Ἐλλήνων ναυμα- <lb n="1"/>
<lb n="26"/> χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων φοβουμένων γνώμῃ
μᾶλλον ἢ φόβῳ μετέβαλεν ἀπάντων τὸ φρόνημα πλασάμενος
ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας
νενικηκότων. οἱ δὲ Ἴωνες τῇ ἀγγελίᾳ θαρρήσαντες θαρσα-
<lb n="30"/> λεώτερον ἐπέθεντο τοῖς Ἕλλησι καὶ τῆς μάχης ἐκράτησαν.</p><note type="footnote">5 ὑφορᾶτο H || 11 τῷ πολέμῳ Polyaen. || 13 ὁ αὐτὸς] αὐτὸς
H || 18 Μαρικὸς H.</note><pb n="446"/><lb n="2"/><p>Ὅτι Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας καὶ προ- <note type="marginal">1, 35, 2</note>
ελθὼν εἴς τι πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ
περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ὁρᾶτε, ἔφη,
τὸ πεδίον ὅσον. πολεμίων ἵππους ἐχόντων, ἂν μὲν φεύ-
γωμεν, ἀνάγκη διωκόντων τῶν ἱππέων ἁλῶναι, ἂν δὲ μέ- <lb n="5"/>
νωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. καὶ συμβαλὼν ἐνίκησεν.</p><lb n="3"/><p>Ὅτι Ἀγησίλαος περὶ Κορώνειαν παρετάσσετο· ἧκέν τις <note type="marginal">2, 1, 3</note>
ἀγγέλλων, ὡς ὁ ναύαρχος ἡττηθεὶς ὑπὸ Φαρναβάζου τέ-
θνηκεν. ὅπως οὖν μὴ τῷ τούτου θανάτῳ ὁ λαὸς ἀθυμήσῃ,
Ἀγησίλαος τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλεσθαι προσ- <lb n="10"/>
έταξεν, ὡς Λακεδαιμόνιοι ἐνίκησαν. ἀλλὰ μὴν καὶ αὐτὸς
προῆλθεν ἐστεφανωμένος καὶ ἔθυεν χαριστήρια καὶ τοὺς
φίλους ἐκ τῶν μερίδων ἐδεξιοῦτο. ἐκ τούτου προθυμότερον
ὁ αὐτοῦ στρατὸς [ἐν] τῇ Κορωνείᾳ παρετάσσετο.</p><lb n="4"/><p>Ὅτι Ἐπαμινώνδας ἐν μάχῃ ἰσόρροπον τὸ ἔργον ἰδὼν <note type="marginal">2, 3, 2</note>
ᾐτήσατο ἓν βῆμα χαρισθῆναι αὐτῷ τοὺς στρατιώτας. οἱ δὲ <lb n="16"/>
τοῦτο ποιήσαντες ἐνίκησαν κατὰ κράτος.</p><lb n="5"/><p>Ὅτι ὁ αὐτὸς [τοῖς Θηβαίοις πρὸς] τοὺς ἐπιόντας Λακε- <note type="marginal">2, 3, 6</note>
δαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν προσέτασσεν. οἱ δὲ
εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν <lb n="20"/>
αὐτῶν, καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρ-
ροῦντες ἐξήνεγκαν.</p><lb n="6"/><p>Ὅτι ὁ αὐτὸς μέλλων πρὸς πλείονας παρατάσσεσθαι παρ- <note type="marginal">2, 3, 8</note>
ἐσκεύασεν ἄνδρα ἀγνῶτα ἐστεφανωμένον προελθόντα ἀπαγ-
γεῖλαι καὶ εἰπεῖν, ὡς Τροφώνιός σοι τὴν νίκην ἀγγέλλεται <lb n="25"/>
καὶ τῷ τοιούτῳ τρόπῳ θαρσαλεωτέρους τοὺς στρατιώτας
ποιήσας ἐκράτησε τῶν πλειόνων πολειμίων.</p><lb n="7"/><p>Ὅτι ὁ αὐτὸς προτρέπων Θηβαίους πρὸς Λακεδαιμονίους <note type="marginal">2, 3, 15</note>
ὁρμῆσαι μέγιστον ἔχιν συλλαβὼν καὶ τὴν κεφαλὴν συνθλάσας
ἔδειξεν αὐτοῖς ὁρᾶτε, εἰπὼν, ὅτι τῆς κεφαλῆς τοῦ θηρίου <lb n="30"/>
<note type="footnote">1 προσελθών H || 4 πολεμίους H || 14 [ἐν] inserui || 16 τοῖς
στρατιώταις H || 18 [τοῖς Θηβαίοις πρὸς] inserui || 27 ποιήσας
ἐκράτησε scripsi; ἐποίησεν κρατήσας H.</note>

<pb n="447"/>
θλασθείσης ἄχρηστον τὸ λοιπόν. οὕτω δὴ ἐὰν τὰς πολεμίων
κεφαλὰς συντρίψωμεν, οὐδὲν μέγα γένοιτο ἐκ τοῦ ὑπο-
δεεστέρου τῶν συμμάχων πλήθους.᾿  τούτῳ τῷ παραδείγματι
προθύμους ἀπεργασάμενος τοὺς στρατιώτας συμβαλὼν κατὰ
κράτος ἐνίκησεν.</p><note type="marginal">2, 5, 1</note><p>Ὅτι χρὴ τοὺς φιλοῦντας καὶ φιλουμένους καὶ συγγε-
νεῖς συντάσσειν ἐν ταῖς φάλαγξιν, ὅπως ὑπεραποθνήσκοιεν
ἀλλήλων.</p><note type="marginal">3, 9, 12</note><p>Ὅτι Ἰφικράτης μετὰ πλειόνων μέλλων συνάπτειν πόλε- <lb n="9"/>
<lb n="10"/> μον τάφρον βαθεῖαν ὀπίσω τῆς φάλαγγος ὤρυξεν, ὡς ἂν
πάντες τὸ φεύγειν ἀπελπίσαντες γενναιότερον ἀγωνίζωνται.</p><note type="marginal">3, 9, 14</note><p>Ὅτι ὁ αὐτὸς πολεμίους τρεψάμενος καὶ εἴς τινα στε- <lb n="10"/>
νὸν τόπον συνελάσας ἔξοδον μὴ ἔχοντα προετρέψατο δοῦναι
πάροδον φυγῆς τοῖς πολεμίοις εἰπὼν· μὴ ἀναγκάσωμεν τοὺς
<lb n="15"/> πολεμίους ἀγαθοὺς γενέσθαι.᾿</p><note type="marginal">3, 9, 21</note><p>Ὅτι ὁ αὐτὸς ὀλίγους ἔχων στρατιώτας καὶ τούτους ἀθυ- <lb n="11"/>
μοῦντας βουλόμενος παραθαρρῦναι ἐκέλευσεν αὐτοὺς ὅσον
ἕκαστος ἔχει ἀργύριον ἢ χρυσίον αὐτῷ παρασχεῖν ὡς δι᾿
αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξεσθαι, ὅπερ καὶ
<lb n="20"/> ἀποστεῖλαι ἐσκήψατο. οἱ δὲ στρατιῶται πιστεύσαντες, ὡς
ἔχοιεν τοὺς προδώσοντας θαρσαλεώτεροι πρὸς τὴν μάχην
ἐγένοντο.</p><note type="marginal">3, 9, 27</note><p>Ὅτι ὁ αὐτὸς ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην, ἐὰν <lb n="12"/>
πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον ἄρῃ, ἓν βῆμα μόνον
<lb n="25"/> προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη. ὁ δὲ τὸ
σημεῖον ἄρας προβάντων τῶν στρατιωτῶν καὶ τοὺς πολεμίους
ὠσάντων εἰς φυγὴν ἔτρεψεν.</p><note type="marginal">3, 9, 31</note><p>Ὅτι ὁ αὐτὸς οὐ μόνον ἐκ τῶν λαφύρων ἐφιλοφρονεῖτο <lb n="13"/>
τοὺς στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν δωρεῶν, ἃ παρʼ ἑτέρων
<lb n="30"/> ἐδέχετο, κηρύττων δὲ ἐν αὐταῖς ταῖς μάχαις σιγὴν ἐπηγγέλ-
λετο τῷ ἀριστεύοντι ἆθλον μεγαλοπρεπές.</p><note type="footnote">7 τάσσειν H || 19 διαπράξασθαι H || 25 προσβῶσιν et 26
προσβάντων H || 27 ἔτρεψαν H || 28 ἐφιλοφρονείτω H.</note><pb n="448"/><lb n="14"/><p>Ὅτι Τιμόθεος ἐν ἑορτῇ μυρρίνῃ στεφανώσας τὰς τριήρεις <note type="marginal">3, 10, 4</note>
ἦρεν τὸ σημεῖον πληροφορήσας τοὺς στρατιώτας, ὡς ἐν ταύτῃ
τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι σύμμαχον.</p><lb n="15"/><p>Ὅτι Περδίκκας, ἐπειδὴ τῶν Μακεδόνων ἁλισκομένων <note type="marginal">1, 10, 1</note>
παρὰ τῶν ἐναντίων εἶδεν, ὅτι λύτροις ἀπελύοντο, ἐπεκηρυ- <lb n="5"/>
κεύσατο διʼ αὐτομόλου ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ
προσίενται, ἀλλʼ ἐψηφίσαντο τοὺς αἰχμαλώτους κτείνειν. οἱ
Μακεδόνες ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν εὐτολ-
μότεροι πρὸς τὰς μάχας ἐγένοντο ὡς ἐν μόνῳ τῷ νικᾶν
ἔχοντες τὸ σώζεσθαι.</p><lb n="16"/><p>Ὅτι Πυλυσπέρχων μέλλων προθυμοτέρους ποιῆσαι τοὺς <note type="marginal">4, 14</note>
στρατιώτας πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ βακτηρίαν λαβὼν
ἔφη· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται,
τοιοῦτοι τυγχάνουσιν.᾿  ταῦτα δὲ ἀποβαλὼν καὶ τὴν πανο-
πλίαν ἀναλαβὼν οἱ δὲ μέλλοντες πολεμεῖν πρὸς αὐτοὺς <lb n="15"/>
τοιοῦτοι.᾿  ὅπερ ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι
μέλλειν.</p><lb n="17"/><p>Ὅτι Δαφναῖος ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸς τὸ εὐώνυμον <note type="marginal">5, 7</note>
ἐλθὼν ἤγγελλε τοῖς στρατιώταις ὡς τῶν δεξιῶν νενικηκότων.
οἱ δὲ τὸν στρατηγὸν ἀληθῆ λέγειν ὑπολαβόντες προθυμο- <lb n="20"/>
ποιήσαντες ἑαυτοὺς ἐτρέψαντο τοὺς πολεμίους.</p><lb n="18"/><p>Ὅτι Κλείταρχος προσελθόντων τῶν πολεαίων, ἵνα μὴ <note type="marginal">5, 24</note>
γένηται τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τοῦ τείχους καὶ
κλείσας τὰς πύλας καὶ βαλὼν βαλανάγρας ὑπόψιν πάντων
εἰσήγαγε ταύτας εἰς τὴν πόλιν. οἱ δὲ μαθόντες, ὡς οὐκ <lb n="25"/>
ἔχοιεν ἐλπίδας ἔσω τῆς πόλεως φυγεῖν, ἐνίκων μαχόμενοι.</p><lb n="19"/><p>Ὅτι Λεύκων προτάξας τοὺς ὁπλίτας ὑπέταξεν αὐτοῖς ἐκ <note type="marginal">6, 9, 4</note>
τῶν Σκυθῶν ἑτέρους φανερῶς παραγγείλας ὡς, ἐὰν οἱ ὁπλῖ-
ται ὀκνῶσιν, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο
μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολενμίους μαχεσάμενοι <lb n="30"/>
ἐνίκησαν.</p><note type="footnote">7 προσίονται H || 9 τὸ νικᾶν H || 18 Παφναιὸς H || 21 ἐστρέ-
ψαντο H || 23 προσήγαγεν H || 29 κτειννύειν H.</note><pb n="449"/><note type="marginal">deest in polyaeni codicibus</note><p>Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον <lb n="20"/>
εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολύν χρόνον,
καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον
εὑρὼν ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.</p><note type="marginal">7, 6, 1</note><p>Ὅτι Κῦρος Μήδοις παραταξάμενος καὶ τρὶς ἡττηθεὶς, <lb n="21"/>
<lb n="6"/> ἐπειδὴ τὸ τέταρτον προσβαλὼν πάλιν εἶδεν τοὺς Πέρσας
φεύγοντας, τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας προϋπαν-
τᾶν ἐκέλευεν. οἱ δὲ τῇ συμπαθείᾳ τούτων ἀναστρέψαντες
τελείαν νίκην Μήδους ἐνίκησαν.</p><note type="marginal">7, 35, 1</note><p>Ὅτι Βρέννος Γαλατῶν βασιλεὺς τοὺς ἐκ τῶν αἰχμαλώ- <lb n="22"/>
<lb n="11"/> των ἐλαχίστους καὶ ἀσθενεστέρους τριβώνια ῥυπῶντα περι-
βεβλημένους [προαγαγὼν αὐτοῖς] παρίστα τῶν Γαλατῶν τοὺς
μεγίστους καὶ Γαλατικὴν ὅπλισιν ἔχοντας. καὶ τοῦτο ποιήσας
῾ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ὀκνήσομεν πρὸς
<lb n="15"/> τοὺς οὕτως ἀσθενεῖς καὶ μικρούς πολεμεῖν;ʼ καὶ τῷ τοιούτῳ
τρόπῳ προθυμοτέρους ποιήσας ἐνίκησεν.</p><note type="marginal">7, 35, 2</note><p>Ὅτι ὁ αὐτὸς κατελθὼν εἰς Ἑλλάδα καὶ θεασάμενος κατεί- <lb n="23"/>
δωλον τὴν πόλιν τοὺς ληφθέντας τῶν αἰχμαλώτων ἠρώτα,
εἰ στερεὸν εἴη τὸ τῶν εἰδώλων χρυσίον· τῶν δὲ φησάντων,
<lb n="20"/> ὡς τὰ μὲν αὐτῶν χαλκός ἐστι, τὰ δὲ ἄργυρος, ἔξωθεν δὲ
κεχρύσωνται, αὐτὸς τἀναντία λέγειν παρήγγειλεν, ὡς ἅπαντα
χρυσός ἐστι σφυρήλατος. καὶ δὴ κατʼ ἐνώπιον πάντων ἐρω-
τηθέντες καὶ ὡς ἐδιδάχθησαν εἰπόντες, ἔπεισε προθυμότερον
τοὺς στρατιώτας μάχεσθαι ὡς ληψομένους χρυσοῦ μοίρας
<lb n="25"/> μεγίστας.</p><note type="marginal">7, 45, 2</note><p>Ὅτι τῶν Περσῶν Μήδοις παρατασσομένων καὶ τραπέν- <lb n="24"/>
των αἱ Περσίδες ἀπαντῶσαι τοῖς φεύγουσιν ἀνασυράμεναι
τοὺς χιτωνίσκους ἔφασαν ποῖ φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν
ἐκεῖ καταδῦναι σπεύδετε ; ᾿  ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς
<lb n="30"/> φεύγοντας καὶ ἀναστρέψαντες κατὰ κράτος ἐνίκησαν.</p><note type="marginal">8, 9, 2</note><p>Ὅτι Σύλλας Ῥωμαίους ἄγων, ἐπειδὴ τραπέντας εἶδεν, <lb n="25"/>
<note type="footnote">7 προϋπαντῶν H || 9 Μήδοις H || 12 [προαγαγών αὐτοῖς] inserui.</note>

<pb n="450"/>
τοῦ ἵππου καταβὰς καὶ πρὸς τοὺς πολεμίους εἰσιὼν ἔφη τοῖς
φεύγουσιν· ῾ ἐμοὶ μὲν ἐνταῦθα καλὸν, Ῥωμαῖοι, τελευτᾶν,
ὑμεῖς δὲ τοῖς πυνθανομένοις “ ποῦ προδεδώκατε Σύλλαν ;”
μέμνησθε λέγειν ὡς ἐν Ὀρχομενῷ.ʼ τοῦτον τὸν λόγον καται-
δεσθέντες ἀνέστρεψαν καὶ προθύμως συμβαλόντες ἐτρέψαντο <lb n="5"/>
τοὺς πολεμίους.</p><lb n="26"/><p>Ὅτι Μάριος ἀήθεσι καὶ ἀγρίοις βαρβάροις μέλλων παρα- <note type="marginal">8, 10, 1</note>
τάσσεσθαι οὐ συνέβαλεν εὐθέως τὴν μάχην, ἀλλʼ ἐκέλευσε
πόρρωθεν ἱσταμένους τοὺς στρατιώτας ἐθίζεσθαι τῆς τούτων
μορφῆς, ὡς ἂν τὸ θάμβος αὐτῶν ἐκλύσαντες καταφρονῶσι. <lb n="10"/>
καὶ τούτου γενομένου δέκα μυριάδας τῶν πολεμίων ἔκτεινε,
πολλοὺς δὲ καὶ ζῶντας ἔλαβεν.</p><lb n="27"/><p>Ὅτι Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- <note type="marginal">8, 16, 3</note>
βέσθαί μοι δοκεῖς, εἶπεν, συστρατιῶτα, ἀχθοφορῶν᾿. τοῦ
δὲ καὶ πάνυʼ φήσαντος εἰκότως, ἔφη, ἐν γὰρ τῷ ξύλῳ <lb n="15"/>
τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ᾿.</p><lb n="28"/><p>Ὅτι ὁ αὐτὸς στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ 8, 16, <lb n="4"/>
θυρεῷ κεκοσμημένῳ αἰσχρὸν, ἔφη, Ῥωμαῖον ἄνδρα τῇ ἀρι-
στερᾷ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύεινʼ.</p><lb n="29"/><p>Ὅτι Καῖσαρ παρατασσόμενος ὁρῶν τοὺς στρατιώτας φεύ- <note type="marginal">8, 23,16</note>
γοντας τοῦ ἵππου καταβὰς ἐβόησεν ἐμὲ, συστρατιῶται, <lb n="21"/>
καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν μὴ αἰδεῖσθε;ʼ
τὸν τοιοῦτον λόγον αἰδεσθέντες ἀνέστρεψαν πάλιν πρὸς τὴν
μάχην.</p><lb n="30"/><p>Ὅτι ὁ αὐτὸς τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ <note type="marginal">8, 23, 22</note>
ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν.</p><lb n="31"/><p>Ὅτι ὁ αὐτὸς, ἡνίκα τεθορυβημένους ἑώρα τοὺς στρα- <note type="marginal">8, 23, 19</note>
τιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως,
οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλὰ καὶ πλείονα ὄγκον προσ-
τιθεὶς καὶ μεγαλύνων ἐθάρσυνεν, ὡς πρὸς πλείονας χρὴ <lb n="30"/>
γενναιότερον ἀγωνίζεσθαι.</p><note type="footnote">10 καταφρονοῦσι H || 22 αἰδῆσθε H.</note></div></div></body></text></TEI>