13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης. Ὅτι Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς μὴ πολ- 1, 16, 2 λάκις στρατεύειν λέγων πρὸς τοὺς οἰκείους· ἵνα μὴ τοὺς πολεμίους πολεμεῖν διδάξωμεν.᾿ Ὅτι Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- 1, 32, 1 νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. Ὅτι Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγεν 2, 3, 7 πείθων πάντας, ὡς οὐδέποτε κλέψαι βούλοιτο πόλεμον, ἐν Πελοποννήσῳ δὲ νυκτὸς ἀναστὰς ἐπέθετο τοῖς πολεμίοις ἔτι καθεύδουσιν. Ὅτι Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάττετο ἔχων 3, 9, 13 ἠσκημένους, οὐ παραχρῆμα συνῆπτε τὸν πόλεμον, εἰ δὲ προ- γεγυμνασμένοις ἔμελλε μάχεσθαι αὐτὸς ἔχων στρατιώτας ἀγυ- μνάστους, συνεπλέκετο παραχρῆμα εἰς μάχην. 1 Περσαγάδας H. 3, 10, 3 Ὅτι Τιμόθεος μετὰ σπουδῆς ἐποίει τὰς πρὸς τοὺς πο- λεμίους ἐκδρομὰς, ἵνα τῶν ἀπροθύμων ἀπομενόντων μετὰ τῶν προθυμοτάτων μόνων μάχοιτο. 3, 11, 6 Ὅτι Χαβρίας εἰς πολεμίαν χώραν ἐμβαλὼν καὶ λείαν πολλὴν συναθροίσας, ἐπειδὴ ὑφεωρᾶτο καταδιωχθῆναι ὑπὸ τῶν πολεμίων, τοὺς ἰδίους στρατιώτας δειπνοποιήσας καὶ συντάξας ἐπορεύετο· τῶν ἐναντίων δὲ καταλαβόντων μετὰ σπουδῆς καὶ διεσπαρμένων καὶ πρὸς μάχην ὄντων ἀχρήστων συμβαλὼν πόλεμον τοὺς πλείστους αὐτῶν διέφθειρεν. 4, 6, 5 Ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν, σχολαιό- τερον τὸν πόλεμον ἐχρῆτο, εἰ δὲ ἀσθενεστέραν, νέους καὶ φιλοκινδύνους τὰς ἐπιθέσεις ποιεῖν προετρέπετο. 4, 6, 20 Ὅτι ὁ αὐτὸς βουλόμενος τὰς Ἀθήνας λαβεῖν τῷ τοῦ φθινοπώρου καιρῷ ἐσπείσατο πρὸς Ἀθηναίους. οἱ δὲ εἰρήνην προσδοκῶντες καὶ σπείραντες τὸν σῖτον ὀλίγον ἐφύλαξαν προσ- δόκῶντες θερίσαι. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος δῃώσας τὰς χώρας ἄνευ μάχης ἔλαβεν τὰς Ἀθήνας. 8, 10, 3 Ὅτι Μάριος, ἡνίκα τοῖς ἀπὸ τῶν χειμερίων τόπων ὡρμη- μένοις ἔμελλεν συνάπτειν πόλεμον, ἐν μεσούσῃ ἡμέρᾳ καύ- ματος ἡλιακοῦ ὑπόντος συνῆπτε τὸν πόλεμον, ὡς ἂν τῷ ἀήθει τῆς ἡλιακῆς θέρμης καταθαλπόμενοι, οἳ πολλάκις καὶ τὰς ἀσπίδας ὑπὲρ κεφαλῆς ἐν τούτῳ προετίθουν, εὐαλω- τότεροι γένοιντο.