10. Περὶ χάρακος. 2, 2, 6 Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς 3 ὑπισχνημένους H. οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν. Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ 5, 33, 1 στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.