10. Περὶ χάρακος. 2, 2, 6 Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς 3 ὑπισχνημένους H. οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν. Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ 5, 33, 1 στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν. 11. Περὶ μονομαχιῶν. Ὅτι συμβάλλεται ἀμφίβληστρον ὑπὸ τὴν ἀσπίδα δια- cf. 1, 25 κρυβὲν καὶ εἰς καιρὸν χρώμενον. Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. deest in Pol. codicibus συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχί- νοῦ τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τὴν σφενδόνην. 12. Κατάπληξις πολεμίων. Ὅτι πολλάκις ἐν ἐπιτηδείῳ τόπῳ, ἤγουν ἐν νάπῃ καὶ 1, 2 ἐν καταπέτρῳ καὶ κοίλῳ, μέγα συμβάλλεται ὁ ἀλαλαγμὸς καὶ ἦχος ὡς δυνάμενα καταπλήσσειν πολεμίους. Ὅτι Θεσσαλὸς Βοιωτῶν Ἄρνην οἰκούντων καὶ Θεσσα- 1, 12 λοῖς πολεμούντων τέχνῃ ἐκράτησε χωρὶς μάχης. παραφυλάξας γὰρ νύκτα ἀσέληνον ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρέων δᾷας καὶ λύχνους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν καθελεῖν, ὅπερ μέγαν φόβον τοῖς Βοιωτοῖς ἐμποιῆσαν πρὸς ἱκεσίαν τῶν Θεσσα- λῶν ἔτρεψε. Ὅτι καὶ τὴν προθυμίαν τοῦ ἰδίου λαοῦ, ἄν τε ἐξ ἀπο-  1, 17 νοίας, ἄν τε ἄλλως πως γένηται, χρὴ διʼ αὐτομόλων παρα- 15 τῇ σφενδόνῃ H || 20 τοῖς ἄλλοις πολεμούντων H || 24 καθέλκειν H. σκευάζειν γιγνώσκεσθαι τοῖς πολεμίοις, ἵνα καταπληττόμενοι ἀσθενέστεροι γίγνωνται. 1, 32, 3 Ὅτι Λεωνίδας ἐμβαλὼν εἰς χώραν πολεμίων ἀποπέμψας νύκτωρ ἄλλον ἀλλαχοῦ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπρᾶν· ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν συνεχώρησαν προαγαγεῖν. 2, 38, 1 Ὅτι Ὀνόμαρχος πολιορκουμένης τῆς αὐτοῦ πόλεως ἐξ- αγαγὼν τὴν δύναμιν πᾶσαν τέκνα μὲν καὶ γυναῖκας καὶ μή- τέρας ἔστησεν ἐφεξῆς, πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξεν. ὁ δὲ τὴν ἐπίθεσιν ποιήσας Πελοπίδας συνεὶς τὴν παρα- σκευὴν μετὰ ἀπονοίας μὴ συνάψας μάχην ἀπεχώρησεν. 3, 9, 23 Ὅτι Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον ἔδωκεν· ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι. Χῖοι δὲ τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετι- κὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμ- μαχίαν συνέθεντο. 3, 9, 39 Ὅτι ὁ αὐτὸς ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρ- ετάσσετο, γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύσκιον ἀνε- βόησεν. οἱ πολέμιοι φοβηθέντες ἀνέστρεψαν. 6, 4, 2 Ὅτι Φιλοποίμην ὑπὸ Λακεδαιμονίων διωκόμενος, ἐπειδὴ κατέλαβεν ποταμὸν, προσέταξε τοὺς ἱππεῖς ἀποχαλινώσαντας τοὺς ἵππους ποτίζειν τοῦ παρακειμένου τόπου πολλὴν ὕλην ἔχοντος. οἱ οὖν Λακεδαιμόνιοι ὑποπτεύσαντες ἐν τῇ ὕλῃ συμμάχους μὴ τολμήσαντες τὸν ποταμὸν διαβῆναι ἀνεχώρησαν. 6, 18, 1 Ὅτι Φωκεῖς κατακλεισθέντες ὑπὸ Θετταλῶν γυψώσαντες ἑαυτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδε- σθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον φοβηθέντες καὶ ὑπονοήσαντες ἑτέρους εἶναι τοὺς ἐπιτιθεμένους ἡττήθησαν πεσόντες τετρακισχίλιοι. 14 τοὺς τ. Χ. οἰκέτας H || 30 ἐπιθεμένους Hp. Ὅτι Κῦρος ἡττώμενος Μήδων κατέφυγεν εἰς Πασαρ-  7, 6, 9 γάδας. πολλῶν δὲ Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς ῾αὔριον ἀφίξονται ὑμῖν σύμμαχοι δέκα μυριάδες· ἀλλὰ πρὸς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φά- κελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀπήγγειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκα- στον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον. Ὅτι Κροῖσος βραδυνόντων τῶν Ἑλλήνῶν συμμάχων τοὺς 7, 8, 1 ἰσχυροτέρους καὶ μεγίστους Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατ- εσκεύασεν. ὁ δὲ Κῦρος πιστεύσας συμμαχίαν αὐτῷ προσελ- θεῖν τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο. Ὅτι Αὐτοφραδάτης πάντας τοὺς συμμισθοφόρους ἐξ- 7, 27, 3 ἀγαγεῖν βουλόμενος ἐπὶ μάχην ἐκήρυττεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον. ἐκ τούτου σπουδῇ πάντες προῆλθον. τῷ τοιούτῳ πλήθει τοὺς ἐναντίους ἐξέπληξεν. 13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης. Ὅτι Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς μὴ πολ- 1, 16, 2 λάκις στρατεύειν λέγων πρὸς τοὺς οἰκείους· ἵνα μὴ τοὺς πολεμίους πολεμεῖν διδάξωμεν.᾿ Ὅτι Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- 1, 32, 1 νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων. Ὅτι Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγεν 2, 3, 7 πείθων πάντας, ὡς οὐδέποτε κλέψαι βούλοιτο πόλεμον, ἐν Πελοποννήσῳ δὲ νυκτὸς ἀναστὰς ἐπέθετο τοῖς πολεμίοις ἔτι καθεύδουσιν. Ὅτι Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάττετο ἔχων 3, 9, 13 ἠσκημένους, οὐ παραχρῆμα συνῆπτε τὸν πόλεμον, εἰ δὲ προ- γεγυμνασμένοις ἔμελλε μάχεσθαι αὐτὸς ἔχων στρατιώτας ἀγυ- μνάστους, συνεπλέκετο παραχρῆμα εἰς μάχην. 1 Περσαγάδας H. 3, 10, 3 Ὅτι Τιμόθεος μετὰ σπουδῆς ἐποίει τὰς πρὸς τοὺς πο- λεμίους ἐκδρομὰς, ἵνα τῶν ἀπροθύμων ἀπομενόντων μετὰ τῶν προθυμοτάτων μόνων μάχοιτο. 3, 11, 6 Ὅτι Χαβρίας εἰς πολεμίαν χώραν ἐμβαλὼν καὶ λείαν πολλὴν συναθροίσας, ἐπειδὴ ὑφεωρᾶτο καταδιωχθῆναι ὑπὸ τῶν πολεμίων, τοὺς ἰδίους στρατιώτας δειπνοποιήσας καὶ συντάξας ἐπορεύετο· τῶν ἐναντίων δὲ καταλαβόντων μετὰ σπουδῆς καὶ διεσπαρμένων καὶ πρὸς μάχην ὄντων ἀχρήστων συμβαλὼν πόλεμον τοὺς πλείστους αὐτῶν διέφθειρεν. 4, 6, 5 Ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν, σχολαιό- τερον τὸν πόλεμον ἐχρῆτο, εἰ δὲ ἀσθενεστέραν, νέους καὶ φιλοκινδύνους τὰς ἐπιθέσεις ποιεῖν προετρέπετο. 4, 6, 20 Ὅτι ὁ αὐτὸς βουλόμενος τὰς Ἀθήνας λαβεῖν τῷ τοῦ φθινοπώρου καιρῷ ἐσπείσατο πρὸς Ἀθηναίους. οἱ δὲ εἰρήνην προσδοκῶντες καὶ σπείραντες τὸν σῖτον ὀλίγον ἐφύλαξαν προσ- δόκῶντες θερίσαι. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος δῃώσας τὰς χώρας ἄνευ μάχης ἔλαβεν τὰς Ἀθήνας. 8, 10, 3 Ὅτι Μάριος, ἡνίκα τοῖς ἀπὸ τῶν χειμερίων τόπων ὡρμη- μένοις ἔμελλεν συνάπτειν πόλεμον, ἐν μεσούσῃ ἡμέρᾳ καύ- ματος ἡλιακοῦ ὑπόντος συνῆπτε τὸν πόλεμον, ὡς ἂν τῷ ἀήθει τῆς ἡλιακῆς θέρμης καταθαλπόμενοι, οἳ πολλάκις καὶ τὰς ἀσπίδας ὑπὲρ κεφαλῆς ἐν τούτῳ προετίθουν, εὐαλω- τότεροι γένοιντο. 14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην. 1, 33 Ὅτι Λεωτυχίδης περὶ Μυκάλην τῶν Ἐλλήνων ναυμα- χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων φοβουμένων γνώμῃ μᾶλλον ἢ φόβῳ μετέβαλεν ἀπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες τῇ ἀγγελίᾳ θαρρήσαντες θαρσα- λεώτερον ἐπέθεντο τοῖς Ἕλλησι καὶ τῆς μάχης ἐκράτησαν. 5 ὑφορᾶτο H || 11 τῷ πολέμῳ Polyaen. || 13 ὁ αὐτὸς] αὐτὸς H || 18 Μαρικὸς H. Ὅτι Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας καὶ προ- 1, 35, 2 ελθὼν εἴς τι πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ὁρᾶτε, ἔφη, τὸ πεδίον ὅσον. πολεμίων ἵππους ἐχόντων, ἂν μὲν φεύ- γωμεν, ἀνάγκη διωκόντων τῶν ἱππέων ἁλῶναι, ἂν δὲ μέ- νωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες. καὶ συμβαλὼν ἐνίκησεν. Ὅτι Ἀγησίλαος περὶ Κορώνειαν παρετάσσετο· ἧκέν τις 2, 1, 3 ἀγγέλλων, ὡς ὁ ναύαρχος ἡττηθεὶς ὑπὸ Φαρναβάζου τέ- θνηκεν. ὅπως οὖν μὴ τῷ τούτου θανάτῳ ὁ λαὸς ἀθυμήσῃ, Ἀγησίλαος τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλεσθαι προσ- έταξεν, ὡς Λακεδαιμόνιοι ἐνίκησαν. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος καὶ ἔθυεν χαριστήρια καὶ τοὺς φίλους ἐκ τῶν μερίδων ἐδεξιοῦτο. ἐκ τούτου προθυμότερον ὁ αὐτοῦ στρατὸς [ἐν] τῇ Κορωνείᾳ παρετάσσετο. Ὅτι Ἐπαμινώνδας ἐν μάχῃ ἰσόρροπον τὸ ἔργον ἰδὼν 2, 3, 2 ᾐτήσατο ἓν βῆμα χαρισθῆναι αὐτῷ τοὺς στρατιώτας. οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν κατὰ κράτος. Ὅτι ὁ αὐτὸς [τοῖς Θηβαίοις πρὸς] τοὺς ἐπιόντας Λακε- 2, 3, 6 δαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν προσέτασσεν. οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν, καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρ- ροῦντες ἐξήνεγκαν. Ὅτι ὁ αὐτὸς μέλλων πρὸς πλείονας παρατάσσεσθαι παρ- 2, 3, 8 ἐσκεύασεν ἄνδρα ἀγνῶτα ἐστεφανωμένον προελθόντα ἀπαγ- γεῖλαι καὶ εἰπεῖν, ὡς Τροφώνιός σοι τὴν νίκην ἀγγέλλεται καὶ τῷ τοιούτῳ τρόπῳ θαρσαλεωτέρους τοὺς στρατιώτας ποιήσας ἐκράτησε τῶν πλειόνων πολειμίων. Ὅτι ὁ αὐτὸς προτρέπων Θηβαίους πρὸς Λακεδαιμονίους 2, 3, 15 ὁρμῆσαι μέγιστον ἔχιν συλλαβὼν καὶ τὴν κεφαλὴν συνθλάσας ἔδειξεν αὐτοῖς ὁρᾶτε, εἰπὼν, ὅτι τῆς κεφαλῆς τοῦ θηρίου 1 προσελθών H || 4 πολεμίους H || 14 [ἐν] inserui || 16 τοῖς στρατιώταις H || 18 [τοῖς Θηβαίοις πρὸς] inserui || 27 ποιήσας ἐκράτησε scripsi; ἐποίησεν κρατήσας H. θλασθείσης ἄχρηστον τὸ λοιπόν. οὕτω δὴ ἐὰν τὰς πολεμίων κεφαλὰς συντρίψωμεν, οὐδὲν μέγα γένοιτο ἐκ τοῦ ὑπο- δεεστέρου τῶν συμμάχων πλήθους.᾿  τούτῳ τῷ παραδείγματι προθύμους ἀπεργασάμενος τοὺς στρατιώτας συμβαλὼν κατὰ κράτος ἐνίκησεν. 2, 5, 1 Ὅτι χρὴ τοὺς φιλοῦντας καὶ φιλουμένους καὶ συγγε- νεῖς συντάσσειν ἐν ταῖς φάλαγξιν, ὅπως ὑπεραποθνήσκοιεν ἀλλήλων. 3, 9, 12 Ὅτι Ἰφικράτης μετὰ πλειόνων μέλλων συνάπτειν πόλε- μον τάφρον βαθεῖαν ὀπίσω τῆς φάλαγγος ὤρυξεν, ὡς ἂν πάντες τὸ φεύγειν ἀπελπίσαντες γενναιότερον ἀγωνίζωνται. 3, 9, 14 Ὅτι ὁ αὐτὸς πολεμίους τρεψάμενος καὶ εἴς τινα στε- νὸν τόπον συνελάσας ἔξοδον μὴ ἔχοντα προετρέψατο δοῦναι πάροδον φυγῆς τοῖς πολεμίοις εἰπὼν· μὴ ἀναγκάσωμεν τοὺς πολεμίους ἀγαθοὺς γενέσθαι.᾿ 3, 9, 21 Ὅτι ὁ αὐτὸς ὀλίγους ἔχων στρατιώτας καὶ τούτους ἀθυ- μοῦντας βουλόμενος παραθαρρῦναι ἐκέλευσεν αὐτοὺς ὅσον ἕκαστος ἔχει ἀργύριον ἢ χρυσίον αὐτῷ παρασχεῖν ὡς δι᾿ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξεσθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο. οἱ δὲ στρατιῶται πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας θαρσαλεώτεροι πρὸς τὴν μάχην ἐγένοντο. 3, 9, 27 Ὅτι ὁ αὐτὸς ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην, ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον ἄρῃ, ἓν βῆμα μόνον προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη. ὁ δὲ τὸ σημεῖον ἄρας προβάντων τῶν στρατιωτῶν καὶ τοὺς πολεμίους ὠσάντων εἰς φυγὴν ἔτρεψεν. 3, 9, 31 Ὅτι ὁ αὐτὸς οὐ μόνον ἐκ τῶν λαφύρων ἐφιλοφρονεῖτο τοὺς στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν δωρεῶν, ἃ παρʼ ἑτέρων ἐδέχετο, κηρύττων δὲ ἐν αὐταῖς ταῖς μάχαις σιγὴν ἐπηγγέλ- λετο τῷ ἀριστεύοντι ἆθλον μεγαλοπρεπές. 7 τάσσειν H || 19 διαπράξασθαι H || 25 προσβῶσιν et 26 προσβάντων H || 27 ἔτρεψαν H || 28 ἐφιλοφρονείτω H. Ὅτι Τιμόθεος ἐν ἑορτῇ μυρρίνῃ στεφανώσας τὰς τριήρεις 3, 10, 4 ἦρεν τὸ σημεῖον πληροφορήσας τοὺς στρατιώτας, ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι σύμμαχον. Ὅτι Περδίκκας, ἐπειδὴ τῶν Μακεδόνων ἁλισκομένων 1, 10, 1 παρὰ τῶν ἐναντίων εἶδεν, ὅτι λύτροις ἀπελύοντο, ἐπεκηρυ- κεύσατο διʼ αὐτομόλου ἀγγεῖλαι, ὡς οἱ πολέμιοι λύτρα μὴ προσίενται, ἀλλʼ ἐψηφίσαντο τοὺς αἰχμαλώτους κτείνειν. οἱ Μακεδόνες ἀπογνόντες τὴν ἐκ τῶν λύτρων σωτηρίαν εὐτολ- μότεροι πρὸς τὰς μάχας ἐγένοντο ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι. Ὅτι Πυλυσπέρχων μέλλων προθυμοτέρους ποιῆσαι τοὺς 4, 14 στρατιώτας πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ βακτηρίαν λαβὼν ἔφη· πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν.᾿  ταῦτα δὲ ἀποβαλὼν καὶ τὴν πανο- πλίαν ἀναλαβὼν οἱ δὲ μέλλοντες πολεμεῖν πρὸς αὐτοὺς τοιοῦτοι.᾿  ὅπερ ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν. Ὅτι Δαφναῖος ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸς τὸ εὐώνυμον 5, 7 ἐλθὼν ἤγγελλε τοῖς στρατιώταις ὡς τῶν δεξιῶν νενικηκότων. οἱ δὲ τὸν στρατηγὸν ἀληθῆ λέγειν ὑπολαβόντες προθυμο- ποιήσαντες ἑαυτοὺς ἐτρέψαντο τοὺς πολεμίους. Ὅτι Κλείταρχος προσελθόντων τῶν πολεαίων, ἵνα μὴ 5, 24 γένηται τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τοῦ τείχους καὶ κλείσας τὰς πύλας καὶ βαλὼν βαλανάγρας ὑπόψιν πάντων εἰσήγαγε ταύτας εἰς τὴν πόλιν. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδας ἔσω τῆς πόλεως φυγεῖν, ἐνίκων μαχόμενοι. Ὅτι Λεύκων προτάξας τοὺς ὁπλίτας ὑπέταξεν αὐτοῖς ἐκ 6, 9, 4 τῶν Σκυθῶν ἑτέρους φανερῶς παραγγείλας ὡς, ἐὰν οἱ ὁπλῖ- ται ὀκνῶσιν, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολενμίους μαχεσάμενοι ἐνίκησαν. 7 προσίονται H || 9 τὸ νικᾶν H || 18 Παφναιὸς H || 21 ἐστρέ- ψαντο H || 23 προσήγαγεν H || 29 κτειννύειν H. deest in polyaeni codicibus Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολύν χρόνον, καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρὼν ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν. 7, 6, 1 Ὅτι Κῦρος Μήδοις παραταξάμενος καὶ τρὶς ἡττηθεὶς, ἐπειδὴ τὸ τέταρτον προσβαλὼν πάλιν εἶδεν τοὺς Πέρσας φεύγοντας, τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας προϋπαν- τᾶν ἐκέλευεν. οἱ δὲ τῇ συμπαθείᾳ τούτων ἀναστρέψαντες τελείαν νίκην Μήδους ἐνίκησαν. 7, 35, 1 Ὅτι Βρέννος Γαλατῶν βασιλεὺς τοὺς ἐκ τῶν αἰχμαλώ- των ἐλαχίστους καὶ ἀσθενεστέρους τριβώνια ῥυπῶντα περι- βεβλημένους [προαγαγὼν αὐτοῖς] παρίστα τῶν Γαλατῶν τοὺς μεγίστους καὶ Γαλατικὴν ὅπλισιν ἔχοντας. καὶ τοῦτο ποιήσας ῾ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ὀκνήσομεν πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικρούς πολεμεῖν;ʼ καὶ τῷ τοιούτῳ τρόπῳ προθυμοτέρους ποιήσας ἐνίκησεν. 7, 35, 2 Ὅτι ὁ αὐτὸς κατελθὼν εἰς Ἑλλάδα καὶ θεασάμενος κατεί- δωλον τὴν πόλιν τοὺς ληφθέντας τῶν αἰχμαλώτων ἠρώτα, εἰ στερεὸν εἴη τὸ τῶν εἰδώλων χρυσίον· τῶν δὲ φησάντων, ὡς τὰ μὲν αὐτῶν χαλκός ἐστι, τὰ δὲ ἄργυρος, ἔξωθεν δὲ κεχρύσωνται, αὐτὸς τἀναντία λέγειν παρήγγειλεν, ὡς ἅπαντα χρυσός ἐστι σφυρήλατος. καὶ δὴ κατʼ ἐνώπιον πάντων ἐρω- τηθέντες καὶ ὡς ἐδιδάχθησαν εἰπόντες, ἔπεισε προθυμότερον τοὺς στρατιώτας μάχεσθαι ὡς ληψομένους χρυσοῦ μοίρας μεγίστας. 7, 45, 2 Ὅτι τῶν Περσῶν Μήδοις παρατασσομένων καὶ τραπέν- των αἱ Περσίδες ἀπαντῶσαι τοῖς φεύγουσιν ἀνασυράμεναι τοὺς χιτωνίσκους ἔφασαν ποῖ φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε ; ᾿  ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς φεύγοντας καὶ ἀναστρέψαντες κατὰ κράτος ἐνίκησαν. 8, 9, 2 Ὅτι Σύλλας Ῥωμαίους ἄγων, ἐπειδὴ τραπέντας εἶδεν, 7 προϋπαντῶν H || 9 Μήδοις H || 12 [προαγαγών αὐτοῖς] inserui. τοῦ ἵππου καταβὰς καὶ πρὸς τοὺς πολεμίους εἰσιὼν ἔφη τοῖς φεύγουσιν· ῾ ἐμοὶ μὲν ἐνταῦθα καλὸν, Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις “ ποῦ προδεδώκατε Σύλλαν ;” μέμνησθε λέγειν ὡς ἐν Ὀρχομενῷ.ʼ τοῦτον τὸν λόγον καται- δεσθέντες ἀνέστρεψαν καὶ προθύμως συμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους. Ὅτι Μάριος ἀήθεσι καὶ ἀγρίοις βαρβάροις μέλλων παρα- 8, 10, 1 τάσσεσθαι οὐ συνέβαλεν εὐθέως τὴν μάχην, ἀλλʼ ἐκέλευσε πόρρωθεν ἱσταμένους τοὺς στρατιώτας ἐθίζεσθαι τῆς τούτων μορφῆς, ὡς ἂν τὸ θάμβος αὐτῶν ἐκλύσαντες καταφρονῶσι. καὶ τούτου γενομένου δέκα μυριάδας τῶν πολεμίων ἔκτεινε, πολλοὺς δὲ καὶ ζῶντας ἔλαβεν. Ὅτι Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα θλί- 8, 16, 3 βέσθαί μοι δοκεῖς, εἶπεν, συστρατιῶτα, ἀχθοφορῶν᾿. τοῦ δὲ καὶ πάνυʼ φήσαντος εἰκότως, ἔφη, ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ᾿. Ὅτι ὁ αὐτὸς στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ 8, 16, θυρεῷ κεκοσμημένῳ αἰσχρὸν, ἔφη, Ῥωμαῖον ἄνδρα τῇ ἀρι- στερᾷ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύεινʼ. Ὅτι Καῖσαρ παρατασσόμενος ὁρῶν τοὺς στρατιώτας φεύ- 8, 23,16 γοντας τοῦ ἵππου καταβὰς ἐβόησεν ἐμὲ, συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν μὴ αἰδεῖσθε;ʼ τὸν τοιοῦτον λόγον αἰδεσθέντες ἀνέστρεψαν πάλιν πρὸς τὴν μάχην. Ὅτι ὁ αὐτὸς τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ 8, 23, 22 ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν. Ὅτι ὁ αὐτὸς, ἡνίκα τεθορυβημένους ἑώρα τοὺς στρα- 8, 23, 19 τιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλὰ καὶ πλείονα ὄγκον προσ- τιθεὶς καὶ μεγαλύνων ἐθάρσυνεν, ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι. 10 καταφρονοῦσι H || 22 αἰδῆσθε H.