1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς 8,24, 4 μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] 8,24, 6 ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- 2,2,3 κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- 3,9, 17 λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά 1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H. τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- 3, 9, 34 γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον 4, 3, 3 ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- 4, 3, 25 τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας 4, 6, 2 ἐκπλήσσῃ ὡς πολυμνήμων.