1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι. Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν- δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα- τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί- σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς 8,24, 4 μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον] 8,24, 6 ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ- σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα- νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον, εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ- 2,2,3 κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ- 3,9, 17 λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα- βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά 1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec. mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13 αὐτοῦ H || 14 αὐτοῦ H. τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- 3, 9, 34 γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον 4, 3, 3 ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- 4, 3, 25 τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω- μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι- λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας 4, 6, 2 ἐκπλήσσῃ ὡς πολυμνήμων. 2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας. Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα 5, 11 ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο- κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν.