Γενεὴ ενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων, ὡ Βράγχε τέκνον, ἥν καλοῦσι χρυσείην. ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ τρίτη δʼ ἀπʼ αὐτῶν τις ἐγενήθη χαλκείη, μεθʼ ἥν γενέσθαι φασὶ θείαν ἡρώων. πέμπτη σιδηρᾶ ῥίζα καὶ γένος χεῖρον. ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει· ἀγοραὶ δὲ τούτων ἡσαν ἐν μέσαις ὕλαις. ἐλάλει δὲ πέτρα καὶ τὰ φύλλα τῆς πεύκης, ἐλάλει δὲ πόντος, Βράγχε, νηὶ καὶ ναύτῃ, στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν ἐφύετʼ ἐκ γἦς πάντα μηδὲν αἰτούσης, θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη. μάθοις δʼ ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης ἐκ τοῦ σοφοῦ γέροντος ἡμῶν Αἰσώπου μύθους φράσαντος τῆς παλαιτέρας μούσης. ών νῦν ἕκαστον ἵνα θέῃς ἐνὶ μνήμῃ μελισταγές σοι, λῷστε, κηρίον θήσω, πικρῶν ἰάμβων σκληρὰ κῶλα συνθλάσας. Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης. λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας αὐτῷ μάχεσθαι. ,,μεῖνον“ εἶπε, ,,μὴ σπεύσῃς ἄνθρωπος αὐτῷ, ,,μηδʼ ἐπελπίσῃς νίκῃ· τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχών γνώσῃ τί σοι πτοητόν ἐστιν. εἶτα τοξεύει μικρὸν διαστάς. χώ μὲν οἰστὸς ἐκρύφθη λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας ῶρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἰστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, ,,οὔ με πλανήσεις· φησίν, ,,οὐδʼ ἐνεδρεύσεις· ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φοβερός ἐστι γιγνώσκω.“ Ὅνι δεῖ ἐκ τῶν προσφερομένων γινώσκειν τὴν ἑκάστου διάθε. σιν. καὶ ὅτι ἡ σοφία τῆς δυνάμεως διαφέρει. Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει, μὴ τῶν παρόντων τις ὑπέκλεψεν ἀγροίκων. ἠρνεῖθʼ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγρούς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τούς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν ,ὡς μάτην ἥκω· κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη, ὅς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;“ Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπιστά (δεσπόται?). Αἶγάς ποτʼ εἰς ἔπαυλιν αἰπόλος κλῇζων [ἐπὶ σηκὸν ἄγειν θʼ, ὡς αἱ μὲν ἡλθον, αἱ δʼ οὔπω,] μιᾶς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δʼ ἱκέτευε ,,μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας. ἡ δʼ εἶπε ,,καὶ πῶς ἔργον ἐκφανὲς κρύψω; τὸ κέρας κέκραγε, κἄν ἐγὼ σιωπήσω.“ Ὅτι τὰ δημοσίᾳ ἁμαρτηθέντα κατʼ οὐδένα τρόπον χρὴ κρύπτειν. Ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει, ἀνείλετʼ· ὄψου δʼ ἔτυχε ποικίλου πλήρης. τῶν δʼ ἐχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων ὑπεξέδυνε δικτύου πολυτρήτου, ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη. σωτηρία πώς ἐστι καὶ κακῶν ἔξω τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ σπανίως ἴδοις ἄν ἐκφυγόντα κινδύνους.