<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="50"><p>Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσης
κυνηγὸς ἐτρόχαζεν. ἡ δʼ ἐκεκμήκει,
δρυτόμον δʼ ἰδοῦσα ,,πρὸς θεῶν σε σωτήρων,
κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις,
<lb n="5"/> καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“
ὁ δʼ οὐ προδώσειν ὤμνυ᾿· ἡ δʼ ἀπεκρύφθη.
ἦλθεν κυνηγός, καὶ τὸν ἄνδῤ ἐπηρώτα
τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει.
„οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων
<lb n="10"/> τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη.
ὁ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας,
παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου
κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου,
σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης
<lb n="15"/> „ζωαγρίους μοι χάριτας“ εἶπεν „ὀφλήσεις.
„ἐρρυσάμην σε“ φησίν· „ἀλλά μου μνήσκου.“
,πῶς οὐκ ἄν, εἶπεν ,ὧν γε μάρτυς εἰστήκειν;
ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ
φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας.‘</p><lb n="20"/><p>[σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδʼ ἄν τις
λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.]</p><p>Εὐκαίρως ὁ μῦθος ῥηθήσεται πρὸς ἐκείνους τοὺς χρηστὰ μὲν
ἐπαγγελλομένους, δόλια δὲ καὶ φαῦλα ἐργαζομένους.</p></div><div type="textpart" subtype="section" n="51"><p>Ἔν τῴ ποτʼ οἴκῳ πρόβατον εἶχέ τις χήρα,
θέλουσα δʼ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω
ἔκειρεν ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω
τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν.
<lb n="5"/> ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου·
πόσην γὰρ ὁλκὴν τοὐμὸν οἷμα προσθήσει;
ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις,
ἔστιν μάγειρος, ὅς με συντόμως θύσει·</p><pb n="24"/><p>εἰ δʼ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις,
<lb n="10"/> πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει.“</p><p>Πρὸς τοὺς μετὰ ἀπειρίας τοῖς πράγμασιν ἐγχειροῦντας, ἐξ ἦς
οὐ τοσοῦτον τὸ κέρδος ὅση βλάβη προσγίνεται.</p></div><div type="textpart" subtype="section" n="52"><p>Εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι
ἅμαξαν ὤμοις εἷλκον· ἡ δʼ ἐτετρίγει.
καὶ τὸν βοώτην θυμὸς εἷλε, τῇ δʼ οὕτως
ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι.
<lb n="5"/> ,,ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις
ἄλλων ἐπʼ ὤμοις φερομένη σιωπώντων;“</p><p>[κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν
ἄλλων πονούντων, ὡσπερεὶ κάμνων αὐτὸς.]</p><p>Ὁ μῦθος τοῦτο λέγει, μηδαμῶς ἐν τοῖς πράγμασιν ἄλλων πο-
νουμένων ἄλλους ἀδίκως οἰμώζειν καὶ πόνους ἀλλοτρίους ἑαυ-
τοῖς ἐπιγράφειν.</p></div><div type="textpart" subtype="section" n="53"><p>Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη
ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν.
ὁ δʼ ,,ἂν λόγους μοι τρεῖς ἀληθινούς εἴπῃς,
ἐγώ σε νὴ τὸν Πᾶνα“ φησί „ζωγρήσω.“
<lb n="5"/> ἡ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις·
ἔπειτα δʼ εἴθε τυφλὸς ὢν ὑπηντήκοις·
τρίτον δʼ ἐπʼ αὐτοῖς εἴθε μὴ σύγʼ εἰς ὥρας
ἵκοιο, μηδὲ πάλιν ἐμοὶ συναντήσαις·“</p><p>Ὅτι πολλάκις αἱ περιστάσεις πεφύκασι καὶ παρὰ γνώμην τὰ
σιγῆς ἄξια εἰς τοὐμφανὲς ἄγειν.</p></div><div type="textpart" subtype="section" n="54"><p>Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων
σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας

<pb n="25"/>
„ὅταν μέν“ εἶπε „τοῦτʼ ἴδω, πατηρ γίγνῃ,
ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“</p><p>Πρὸς τοὺς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους, ἢ καὶ
ἄλλως μὴ δυναμένων γενέσθαι.</p></div></div></div></div></body></text></TEI>