Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσης κυνηγὸς ἐτρόχαζεν. ἡ δʼ ἐκεκμήκει, δρυτόμον δʼ ἰδοῦσα ,,πρὸς θεῶν σε σωτήρων, κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις, καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“ ὁ δʼ οὐ προδώσειν ὤμνυ᾿· ἡ δʼ ἀπεκρύφθη. ἦλθεν κυνηγός, καὶ τὸν ἄνδῤ ἐπηρώτα τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. „οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη. ὁ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου, σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης „ζωαγρίους μοι χάριτας“ εἶπεν „ὀφλήσεις. „ἐρρυσάμην σε“ φησίν· „ἀλλά μου μνήσκου.“ ,πῶς οὐκ ἄν, εἶπεν ,ὧν γε μάρτυς εἰστήκειν; ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας.‘ [σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδʼ ἄν τις λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.] Εὐκαίρως ὁ μῦθος ῥηθήσεται πρὸς ἐκείνους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δόλια δὲ καὶ φαῦλα ἐργαζομένους. Ἔν τῴ ποτʼ οἴκῳ πρόβατον εἶχέ τις χήρα, θέλουσα δʼ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω ἔκειρεν ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν. ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου· πόσην γὰρ ὁλκὴν τοὐμὸν οἷμα προσθήσει; ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, ἔστιν μάγειρος, ὅς με συντόμως θύσει· εἰ δʼ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις, πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει.“ Πρὸς τοὺς μετὰ ἀπειρίας τοῖς πράγμασιν ἐγχειροῦντας, ἐξ ἦς οὐ τοσοῦτον τὸ κέρδος ὅση βλάβη προσγίνεται. Εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι ἅμαξαν ὤμοις εἷλκον· ἡ δʼ ἐτετρίγει. καὶ τὸν βοώτην θυμὸς εἷλε, τῇ δʼ οὕτως ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι. ,,ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις ἄλλων ἐπʼ ὤμοις φερομένη σιωπώντων;“ [κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν ἄλλων πονούντων, ὡσπερεὶ κάμνων αὐτὸς.] Ὁ μῦθος τοῦτο λέγει, μηδαμῶς ἐν τοῖς πράγμασιν ἄλλων πο- νουμένων ἄλλους ἀδίκως οἰμώζειν καὶ πόνους ἀλλοτρίους ἑαυ- τοῖς ἐπιγράφειν. Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν. ὁ δʼ ,,ἂν λόγους μοι τρεῖς ἀληθινούς εἴπῃς, ἐγώ σε νὴ τὸν Πᾶνα“ φησί „ζωγρήσω.“ ἡ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις· ἔπειτα δʼ εἴθε τυφλὸς ὢν ὑπηντήκοις· τρίτον δʼ ἐπʼ αὐτοῖς εἴθε μὴ σύγʼ εἰς ὥρας ἵκοιο, μηδὲ πάλιν ἐμοὶ συναντήσαις·“ Ὅτι πολλάκις αἱ περιστάσεις πεφύκασι καὶ παρὰ γνώμην τὰ σιγῆς ἄξια εἰς τοὐμφανὲς ἄγειν. Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας „ὅταν μέν“ εἶπε „τοῦτʼ ἴδω, πατηρ γίγνῃ, ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“ Πρὸς τοὺς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους, ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.