Ἀλεκτορίσκων ἠν μάχη αναγραίων, οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις. τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης) ἔκυπτʼ ἐς οἴκου γωνίην ὑπʼ αἰσχύνης· ὁ δʼ ἄλλος εὐθύς εἰς τὸ δῶμα πηδήσας ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει. καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας ἀπῆλθʼ ὁ δʼ ἄλλος ἀμφέβαινε θηλείαις, ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης. ἄνθρωπε, καὶ σὺ μή ποτʼ ἴσθι καυχήμων, ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης. πολλούς ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν.] Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων λεπτῷ τε καλάμῳ τὸν γλυκύν βίον σῴζων μικρόν ποτʼ ἰχθύν ὁρμιῆς ἀφʼ ἱππείης ἢγρευσεν, οὐ τῶν εἰς τάγηνον ῥαίων. ὁ δʼ αὐτὸν οὕτως ίκέτευεν ἀσπαίρων· τί σοι τὸ κέρδος; ἠ τίνʼ ὧνον εὑρήσεις; οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην πρὸς τῇδε πέτρῃ φυκὶς ἔκυσʼ ἐμὴ μήτηρ. νῦν οὑν ἄφες με, μὴ μάτην ἀποκτείνῃς. ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις, τότʼ ἐνθάδʼ ἐλθών ὕστερόν με συλλήψψῃ.· τοιαῦτα μύζων ίκέτευε κἀσπαίρων, ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν· ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.“ Ἄνθρωπος ἕπον εἶχε. τοῦτον εἰώθει κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων ἐκεῖνος ἐλθών πρὸς τὸν ἵππον ὡμίλει ἄν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνήσκω.“ ὁ δʼ ,οὐ προάξεις;“ εἶπε ,,μή μʼ ἐνοχλήσῃς.· εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας πεσών ἔκειτο νεκρός, ὡς προειρήκει. τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων ἐπvʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους, καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. ὁ δʼ ἵππος ;;οίμοι τῆς κακῆς· ἔφη μγνώμης· οὐ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην, τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρεία.“ Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα πότερʼ ἀναβαίνειν μᾶλλον ἠ κάτω βαίνειν αίροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης εἶφʼ ,,ἡ γαρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη.“ Ὁ λόγος εὐθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὀδοῦ ἐκκλίνοντας. Ἁλιεύς τις αὐλούς εἶχε καὶ σοφῶς ηὔλει, καὶ δή ποτʼ) ὄψον ἐλπίσας ἀμοχθήτως πολύ πρὸς αὐλῶν ἡδυφωνίην ἄξειν, τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως. ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, βαλών σαγήνην ἔλαβεν ἰχθύας πλείστους. ἐπὶ γῆς δʼ ἰδών σπαίροντας ἄλλον ἀλλοίως, τοιαῦτʼ ἐκερτόμησε, τὸν βόλον πλύνων. ,ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἥν ὑμᾶς πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“ οὐκ ἔστιν ἀπόνως οὐ καμόντα κερδαίνειν· ὅταν βαλών δὲ τοῦθʼ ἑλῃς ὅπερ βούλει, τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν. Ὀμῦθος λέλεκται πρὸς τοὺς ματαίωςπαρἀτὸ δέον τι ἐργαζομένους.