<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="45"><p>Ἔνιφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων
εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων
τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας.
εὑρὼν δʼ ἐκεῖ τάχιον εἰσδεδυκυίας
<lb n="5"/> αἶγας κερούχους ἀγρίας, πολὺ πλείους
ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους,
ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης,

<pb n="21"/>
τὰς δʼ ἐνδίους ἀφῆκε μακρὰ λιμώττειν.
ὡς δʼ ᾐθρίαζε, τὰς μὲν εὗρε τεθνώσας,
<lb n="10"/> αἱ δʼ οὐκ ἔμειναν, ἀλλʼ ὀρῶν ἀβοσκήτων
ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων.
ὁ δʼ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους,
αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰς κρείσσους,
οὐκ ὤνατ᾿ οὐδʼ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.</p><p>Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει μηδαμῶς τῶν οἰκείων ἀμελεῖν, μά-
λιστα κέρδους ἕνεκα ἀμφιβόλου ὑπάρχοντος.</p></div><div type="textpart" subtype="section" n="46"><p>Ἔλαφος καθʼ ὕλην γυῖα κοῦφα ναρκήσας
ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ,
ἐξ ἧς ἑτοῖμον χιλὸν εἶχε πεινήσας.
ἤρχοντο δʼ ἀγέλαι ποικίλων ἐκεῖ ζῴων
<lb n="5"/> ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων.
ἐλθὼν δʼ ἕκαστος τῆς πόας ἀποτρώγων
ᾔει πρὸς ὕλας· ✶ ✶ ✶ ✶ ✶
ἔλαφος δὲ λιμῷ κοὐ νόσῳ κατεσκλήκει,
μή πω κορώνην δευτέραν ἀναπλήσας,
<lb n="10"/> ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.</p><p>Ὁ μῦθος τοῦτο λέγει, δεῖν τὰ ὁπωσοῦν ἐπιόντα δεινὰ λόγοις
ἐξευμαρίζειν ἠπίοις, καὶ τὸ τούτων ὀχληρὸν ἀποπαύειν.</p></div><div type="textpart" subtype="section" n="47"><p>Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως,
εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων
(ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν)
ἐκέλευε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων
<lb n="5"/> δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην.
„πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ
ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.“
οἱ δʼ οὐ γὰρ ἡδύναντο· „κατὰ μίαν τοίνυν
πειρᾶσθʼ.“ ἑκάστης δʼ εὐχερῶς καταγείσης,

<pb n="22"/>
<lb n="10"/> ,,ὦ παῖδες, οὕτως“ εἶπεν, „ἂν μὲν ἀλλήλοις
ὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὑμᾶς
βλάεψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ·
ἢν δʼ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,
πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾷ ῥάβδῳ.“</p><lb n="15"/><p>[φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις,
ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]</p><p>Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει ὅσον τὸ τῆς ὁμονοίας καλόν, καὶ τί
πάλιν τὸ ἐπιζήμιον τοῖς μηδαμῶς ταύτην κεκτημένοις.</p></div><div type="textpart" subtype="section" n="48"><p>Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει,
λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ
εἶπεν προσελθών „χαῖρε πρῶτον, Ἑρμεία·
ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδʼ οὕτω
<lb n="5"/> θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.
ὁ δʼ εἶπεν ,,ἂν μὴ τοῦτό μοὐπιλιχμήσῃς
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“</p><p>Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι
τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.</p></div><div type="textpart" subtype="section" n="49"><p>Ἐκάθευδε νύκτωρ ἐργάτης ὑπʼ ἀγνοίας
φρέατος ἐγγύς. τῆς τύχης δʼ ἐπιστάσης
ἔδοξʼ ἀκούειν ,,οὗτος, οὐκ ἐγερθήσῃ;
μή σου πεσόντος αἰτίη παῤ ἀνθρώποις
<lb n="5"/> ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην.
ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην,
ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πταίῃ.“</p><p>Ἔλεγχος τῶν εἱμαρμένην δοξαζόντων καὶ ἀνάγκῃ τὰ τῆς ἡμῶν
ἐξουσίας ὑποβαλλόντων καὶ μὴ τῷ αὐτεξουσίῳ εἰς δέον κεχρη-
μένων.</p><pb n="23"/></div></div></div></div></body></text></TEI>