<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="40"><p>Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ
κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου
φθάνοντος αὐτὴν εἶπεν „ἦ κακῶς πράττω·
ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.“</p><lb n="5"/><p>πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου,
ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.</p></div><div type="textpart" subtype="section" n="41"><p>Διαρραγῆναί φασιν ἐκ μέσου νώτου
δράκοντι μῆκος ἐξισουμένην σαύραν.</p><p>βλάψεις σεαυτόν, κοὐδὲν ἄλλο ποιήσεις,
ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.</p></div><div type="textpart" subtype="section" n="42"><p>Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας.
ὁ κύων δὲ τούτου κυνὶ φίλῳ συναντήσας
ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα.
κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας
<lb n="5"/> ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου
ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων
ὅπως ἐδείπνησʼ, εἶπε ,,πῶς γὰρ ἂν κρεῖττον,
ὃς οὐδὲ ποίαν ἠλόων με γινώσκω;“</p><p>Ὅτι τοῖς μὴ λόγῳ τοῖς πράγμασιν ἐγχειροῦσιν ἕπεται πολλάκις
τὸ κακῶς ἐν αὐτοῖς πάσχειν.</p></div><div type="textpart" subtype="section" n="43"><p>Ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας
λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης.
ἐκεῖ δʼ ἑαυτοῦ τὴν σκιὰν θεωρήσας
χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη,

<pb n="20"/>
<lb n="5"/> ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει.
παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει.
κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης
ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις,
ἰδὼν δʼ ἔφευγε, δίφαν οὐδέπω παύσας,
<lb n="10"/> καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις.
ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην,
κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη,
καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην·
οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην,
<lb n="15"/> τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.“</p><p>[περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς,
μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων,
μηδʼ αὖτʼ ἀπογνῷς, μηδ᾿ ἀπελπίσῃς· οὕτω
σφάλλουσιν ἡμᾶς ἐνίοθʼ αἱ πεποιθήσεις.]</p></div><div type="textpart" subtype="section" n="44"><p>Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετʼ ἀλλήλων.
λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων,
ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν,
λόγοις δʼ ὑπούλοις διαβολαῖς τε συγκρούων
<lb n="5"/> ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων
ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην.</p><p>ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως,
ἐχθροῖς ἀπίστει, τοὺς φίλους δʼ ἀεὶ τήρει.</p></div></div></div></div></body></text></TEI>