Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου φθάνοντος αὐτὴν εἶπεν „ἦ κακῶς πράττω· ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.“ πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου, ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων. Διαρραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν. βλάψεις σεαυτόν, κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ. Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας. ὁ κύων δὲ τούτου κυνὶ φίλῳ συναντήσας ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων ὅπως ἐδείπνησʼ, εἶπε ,,πῶς γὰρ ἂν κρεῖττον, ὃς οὐδὲ ποίαν ἠλόων με γινώσκω;“ Ὅτι τοῖς μὴ λόγῳ τοῖς πράγμασιν ἐγχειροῦσιν ἕπεται πολλάκις τὸ κακῶς ἐν αὐτοῖς πάσχειν. Ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. ἐκεῖ δʼ ἑαυτοῦ τὴν σκιὰν θεωρήσας χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη, ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει. παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δʼ ἔφευγε, δίφαν οὐδέπω παύσας, καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη, καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην· οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην, τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.“ [περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, μηδʼ αὖτʼ ἀπογνῷς, μηδ᾿ ἀπελπίσῃς· οὕτω σφάλλουσιν ἡμᾶς ἐνίοθʼ αἱ πεποιθήσεις.] Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετʼ ἀλλήλων. λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων, ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν, λόγοις δʼ ὑπούλοις διαβολαῖς τε συγκρούων ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην. ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, ἐχθροῖς ἀπίστει, τοὺς φίλους δʼ ἀεὶ τήρει.