<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="35"><p>Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει,
τεκοῦσα δʼ αὐτοῖς ἐστὶν οὐκ ἴση μήτηρ,
ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης
θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,
<lb n="5"/> τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει.
κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.</p><p>τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων,
οἷς ἐχθρὸς αἰεὶ μᾶλλον ἢ φίλος γίγνου.</p></div><div type="textpart" subtype="section" n="36"><p>Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὅρους ἄρας
ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων
πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων,
πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἰστήκει
<lb n="5"/> ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων.
θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην
λεπτός τις ὢν κἀβληχρὸς οὐκ ἐπεπτώκει,
αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη.

<pb n="18"/>
σοφῶς δὲ κάλαμος εἶπε ,,μηδὲν ἐκπλήσσου.
<lb n="10"/> σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης,
ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ,
κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“</p><p>κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει
μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʼ εἴκειν.</p></div><div type="textpart" subtype="section" n="37"><p>Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης,
κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ
„τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις.“
ὁ βοῦς δʼ ἐσίγα χὑπέτεμνε τὴν χώρην.
<lb n="5"/> ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν,
ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη,
ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ
δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων.
κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας·
<lb n="10"/> „εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης.
ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ,
καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“</p><p>Διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου
ῥύεται.</p></div><div type="textpart" subtype="section" n="38"><p>Δρυτόμοι τινὲς σχίσαντες ἀγρίαν πεύκην
ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη
γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων.
πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην
<lb n="5"/> τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ,
ὡς τοὺς ??ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ;
ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“</p><p>ὁ??ῦθας ἡμῖν τοῦτο πᾶσι μηνύει,
ὡς οὐδ ?? οὕτω δ??ὸν ἂν ὑπ᾿ ἀνθρώπων
<lb n="10"/> πάθῃς τι τῶν ?? ὡς ὑπʼ οἰκείων.</p><pb n="19"/></div><div type="textpart" subtype="section" n="39"><p>Δελφῖνες ἀεὶ διεφέροντο φαλαίναις.
τούτοις παρῆλθε καρκίνος μεσιτεύων,
ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις
στάσιν τυράννων μαχομένων εἰρηνεύοι.</p></div></div></div></div></body></text></TEI>