Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει, τεκοῦσα δʼ αὐτοῖς ἐστὶν οὐκ ἴση μήτηρ, ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει, τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει. τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων, οἷς ἐχθρὸς αἰεὶ μᾶλλον ἢ φίλος γίγνου. Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὅρους ἄρας ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων, πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἰστήκει ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων. θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην λεπτός τις ὢν κἀβληχρὸς οὐκ ἐπεπτώκει, αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη. σοφῶς δὲ κάλαμος εἶπε ,,μηδὲν ἐκπλήσσου. σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“ κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʼ εἴκειν. Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης, κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ „τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις.“ ὁ βοῦς δʼ ἐσίγα χὑπέτεμνε τὴν χώρην. ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν, ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη, ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας· „εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“ Διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου ῥύεται. Δρυτόμοι τινὲς σχίσαντες ἀγρίαν πεύκην ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων. πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, ὡς τοὺς ??ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“ ὁ??ῦθας ἡμῖν τοῦτο πᾶσι μηνύει, ὡς οὐδ ?? οὕτω δ??ὸν ἂν ὑπ᾿ ἀνθρώπων πάθῃς τι τῶν ?? ὡς ὑπʼ οἰκείων. Δελφῖνες ἀεὶ διεφέροντο φαλαίναις. τούτοις παρῆλθε καρκίνος μεσιτεύων, ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις στάσιν τυράννων μαχομένων εἰρηνεύοι.