Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν, πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, ὅθοὕνεκ᾿ εἰσὶν ἀδρανέστατοι ζῴων ψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας ,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν· ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν.“ Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρη ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον, σφενδονῶντα τὰς αὔρας κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν“ ἐκραύγαζον „εἰς τὰ Πυγμαίων. ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“ Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταί- οντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις. Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγεν ὑδάτων ἐν συναγγίᾳ κοίλῃ. τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“ ‚ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ᾿ ἡμᾶς.“ Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρος ἐστὶν ὁ λόγος. Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. ἐλθοῦσα δʼ αὐτόν (οὐ παρῆν γάρ) ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν ποῦ ποτʼ ἦν ἐπεζήτει. „τέθνηκε, μῆτερ· ἄρτι πρωίης ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὗ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί „παῦε, μὴ πρίου. θᾶσσον σεαυτήν“ εἶπον „ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ.“ Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι. Γέρων ποθʼ ἵππος εἰς ἀλητὸν ἐπράθη, ✶ ✶ ✶ ✶ ✶ ✶ ✶ ζευχθεὶς ὑπὸ μύλην ἑσπέρην τάλας πᾶσαν, καὶ δὴ στενάξας εἶπεν „ἐκ δρόμων οἵων καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.“ μὴ λὴν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. πολλοῖς τὸ γῆρας εἰς πόνους ἀνηλώθη.