Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης. τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν αὐτόν, ἀργὸς εἱστήκει, τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντων θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα. θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου, ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“ Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμην, καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη κέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“ ὁ τὴν παροῦσαν πημονὴν φυγεῖν σπεύδων ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ. Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἄμεινον δουλεύειν σοφοῖς καὶ ἐπιει- κέσιν δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων. Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην (νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης) λευκαῖς μελαίνας μιγάδας ἐκλόνει χαίτας, εἶτʼ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. ἤρα γυναικῶν δύο, νέας τε καὶ γραίας. νέον μὲν αὐτὸν ἡ νεᾶνις ἐζήτει βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη. τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας, ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, ἕως φαλακρὸν ἡ νέα τε χἡ γραίη ἔθηχʼ, ἑκατέρη τῶν τριχῶν ἀποσπῶσα· [ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο. φάσκει δʼ ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις· ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει· ἀεὶ γὰρ ἕν γε δακνόμενος ἀναλοῦται.] Βοηλάτης ἄνθρωπος εἰς μακρὰν ὕλην ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει. ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις, Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην. ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην. [ἐντεῦθεν ἡμᾶς τοῦτʼ ἔοικε γινώσκειν, ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφοβουμένους λύπης.] Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ, τὰ ζῷα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους. καὶ βάτραχοι δὲ λιμναίους χοροὺς ἦγον· οὓς εἶπε παύσας φρῦνος „οὐχὶ παιάνων τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης· ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“ [χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων ἐφʼ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.]