Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει. ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων· — μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη — τέλος δʼ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ. ὁ δʼ ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ ,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις.“ Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξου- σίων εἰς ματαιολογίας καὶ ἔριδας. Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη κλαίοντι ,,παῦσαι, μή σε τῷ λύκῳ ῥίψω.“ ὁ λύκος δʼ ἀκούσας τήν τε γραῦν ἀληθεύειν νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων, ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. λύκαινα δʼ αὐτὸν ἡ σύνοικος ἠρώτα „πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθεις;·“ ὁ δʼ εἶπε „πῶς γάρ, ὃς γυναικὶ πιστεύω;“ Διδάσκει ἡμὰς ὁ μῦθος ὅτι οὐ χρὴ πᾶσι πιστεύειν, γυναικὶ δὲ μάλιστα μεγάλα καὶ πάμπολλα ἐπαγγελλομένῃ. πρὸς τὸν κεναῖς ἀπάταις (ἐλπίσιν Menas) ἐξαπατηθέντα. Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων, ὡς θύλακός τις πασσάλων ἀπηρτήθη. τὸν δʼ εἶδʼ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν, καὶ ταῦτʼ ἐκερτόμησεν ὀξὺ φωνήσας· „πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη· οὐδεὶς δʼ ὀδόντας ζῶντος εἶχεν αἰλούρου.“ Πρὸς τοὺς ἀπὸ πείρας γνωρισθέντας κακούργους, καὶ μηκέτι ταῖς τούτων ὑποκρίσεσί τινα ἐξαπατᾶσθαι, Βορέῃ λέγουσιν ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. βορέης δʼ ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης, βίᾳ νομίζων τὸν φοροῦντα συλήσειν· ὁ δʼ οὐ μεθῆκε, μᾶλλον ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δʼ ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δʼ αὖ προσῆγε τὴν ἕλην πλείω· καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη. βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη· λέγει δʼ ὁ μῦθος ,,πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων.“ Μῦθος παραινῶν ὅτι οὐ χρὴ φιλόνεικον εἶναι, ἀλλὰ πραΰτητι καὶ πειθοῖ ἀνύειν τὰ ἀνήκοντα. Βότρυς μελαίνης ἀμπέλου παῤ αἰώρῃ ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη πηδῶσα ποσσὶ πορφυρῆς θιγεῖν ὥρης· ἦν γὰρ πέπειρος κεἰς τρύγητον ἀκμαία. κάμνουσα δʼ ἄλλως (οὐ γὰρ ἴσχυε ψαύειν), παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην· „ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.“ Ὁ μῦθος ἐλέγχει τοὺς εἰς ἀνέκβατα κοπιῶντας πράγματα καὶ τούτων ἀστοχοῦντας τρόπους ψευδεῖς προβαλλομένους.