Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμών κατῆγε τῷ ξύλῳ παίων. ὁ δʼ ὄνος πρὸς αὐτόν, ὅς τὰ νῶτʼ ἐληλέγχει, „καὶ μὴν πίθηκος ἐχθές“ εἶπε ,,καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“ Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίως ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας. Ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη, ὅστις φέρῃ πτωχοῖσι καὶ παντουργοῖσιν πείνης ἄκος δίψης τε, καὶ τὰ τῆς τέχνης. οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην περιόντες ἐλέγοντʼ ὄψα· τίς γὰρ ἀγροίκων οὐκ οἶδεν ττιν λευκόν, ὡς ἐπηρώθη; τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; . . . .