<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="123"><p>Ὄρνιθος ἀγαθῆς χρύσεʼ ᾠὰ τικτουσης,
ὁ δεσπότης θησαυρὸν ᾤεθ’ εὑρήσειν
ἐν τῆσδε πλεῖστον ἐγκάτοις ἀγερθέντα,
κἄκτεινε ταύτην, ἀθρόων μένων λῆψιν.
<lb n="5"/> εὑρὼν δʼ ὅμοια τἆνδον ὀρνέοις ἄλλοις
ᾤμωζε πολλὸν ἐλπίδων ἀτευκτήσας·
πλείονος ἔρως γὰρ ἐστέρησε τῶν ὄντων.</p></div><div type="textpart" subtype="section" n="124"><p>Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης,
μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν.
ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει.
ὥρμησε δὴ πέρδικα ποικίλον θύσων,
<lb n="5"/> ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν.
ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι.
„τὸ λοιπόν“ εἶπε δικτύῳ τί ποιήσεις,
ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει
εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων;
<lb n="10"/> τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις ;“
ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην
ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη.
ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας
,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει,
<lb n="15"/> τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ
πότʼ ἐννυχεύει χυσότοξος Ὠρίων;
ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει,
ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“
κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας·
<lb n="20"/> ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει.</p><p>Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος
ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.</p></div></div></div></div></body></text></TEI>