Ὄρνιθος ἀγαθῆς χρύσεʼ ᾠὰ τικτουσης, ὁ δεσπότης θησαυρὸν ᾤεθ’ εὑρήσειν ἐν τῆσδε πλεῖστον ἐγκάτοις ἀγερθέντα, κἄκτεινε ταύτην, ἀθρόων μένων λῆψιν. εὑρὼν δʼ ὅμοια τἆνδον ὀρνέοις ἄλλοις ᾤμωζε πολλὸν ἐλπίδων ἀτευκτήσας· πλείονος ἔρως γὰρ ἐστέρησε τῶν ὄντων. Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι. „τὸ λοιπόν“ εἶπε δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις ;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας ,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας· ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει. Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.