<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="121"><p>Ὄρνις ποτʼ ἠσθένησε. τῇ δὲ παρκύνψας
αἴλουρος εἶπε ,,πῶς ἔχεις; τίνων χρῄζεις;
ἐγὼ παρέξω πάντα σοι· μόνον σῴζου.“
ἡ δʼ „ἂν ἀπέλθῃς“ εἶπεν, „οὐκ ἀποθνήσω.“</p><p>Πρὸς τοὺς πονηρᾷ διαθέσει χρηστότητα ἐπιδεικνυμένους ὁ
λόγος εὔκαιρος.</p></div><div type="textpart" subtype="section" n="122"><p>Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει·
λύκον δʼ ἰδὼν παρόντα καὶ σαφῆ δείσας
ὄλεθρον οὕτως εἶπεν. ,, λύκε, θνήσκω,
μέλλω τʼ ἀποπνεῖν· σοὶ δὲ σμβαλὼν χαίρω.
<lb n="5"/> σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις.
χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφην,
ἐκ τοῦ ποδός μου τὴν ἂκανθαν εἰρύσσας,
ὥς μου κατέλθῃ πνεῦμʼ ἀναλγὲς εἰς ᾅδου.“
κἀκεῖνος εἰπών „χάριτος οὐ φθονῶ ταύτης
<lb n="10"/> ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει.
ὁ δʼ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης
τὸν κνηκίαν χάσκοντα λακτίσας φεύγει,
ῥῖνας μέτωπα γομφίους τʼ ἀλοιήσας.
„,οἴμοι“ λύκος, ,,τάδʼ“ εἶπε „σὺν δίκῃ πάσχω·
<lb n="15"/> τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν,
μαθὼν ἀπʼ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;“</p><p>Ὅτι οἱ τοῖς μηδὲν προσήκουσιν ἐπιτηδεύειν ἐπιχειροῦντες, εἰ-
κότως δυστυχοῦντες βλάβην ἑαυτοῖς ἐπιφέρουσι.</p><pb n="58"/></div></div></div></div></body></text></TEI>