<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="119"><p>Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης.
σπένδων δὲ τούτῳ καὶ καθʼ ἡμέραν θύων
ἔπρασσε φαύλως. τῷ θεῷ δʼ ἐθυμώθη,
χαμαὶ δʼ ἀπεκρότησε τοῦ σκέλους ἄρας.
<lb n="5"/> χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης,
ὃν συλλέγων ἅνθρωπος εἶπεν „Ἑρμεία,
σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων,
ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἡμᾶς,
ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω.</p><lb n="10"/><p>τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν.“
καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις,
βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους.
πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας,
ἀτιμάσας δʼ ἂν αὐτὸν ὠφεληθείης.</p></div><div type="textpart" subtype="section" n="120"><p>Ὁ τελμάτων ἔνοικος, ὁ σκιῇ χαίρων,
ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρʼ εὐρίποις,
εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις
„ίατρός εἰμι φαρμάκων ἐπιστήμων,
<lb n="5"/> οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων,

<pb n="57"/>
ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.“
„καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ,
ὅς σαυτὸν οὕτω χλωρὸν ὅντα μὴ σῴζεις;“</p><p>Πρὸς ἄνδρα ἀμαθῆ καὶ ἀπαίδευτον, ἄλλους παιδεύειν ἐπαγ-
γελλομενον.</p></div></div></div></div></body></text></TEI>