Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης. σπένδων δὲ τούτῳ καὶ καθʼ ἡμέραν θύων ἔπρασσε φαύλως. τῷ θεῷ δʼ ἐθυμώθη, χαμαὶ δʼ ἀπεκρότησε τοῦ σκέλους ἄρας. χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης, ὃν συλλέγων ἅνθρωπος εἶπεν „Ἑρμεία, σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων, ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἡμᾶς, ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω. τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν.“ καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις, βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους. πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας, ἀτιμάσας δʼ ἂν αὐτὸν ὠφεληθείης. Ὁ τελμάτων ἔνοικος, ὁ σκιῇ χαίρων, ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρʼ εὐρίποις, εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις „ίατρός εἰμι φαρμάκων ἐπιστήμων, οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων, ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.“ „καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ, ὅς σαυτὸν οὕτω χλωρὸν ὅντα μὴ σῴζεις;“ Πρὸς ἄνδρα ἀμαθῆ καὶ ἀπαίδευτον, ἄλλους παιδεύειν ἐπαγ- γελλομενον.