<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="117"><p>Νεώς ποτʼ αὐτοῖς ἀνδράσιν βυθισθείσης,
ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν·
ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ,
πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνήσκειν.
<lb n="5"/> καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἶα συμβαίνει,
πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων,
σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν·
ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους.
Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων
<lb n="10"/> „εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς ὑμῶν
εἶναι δικαστὰς οἷος εἶ σὺ μυρμήκων ;“</p><p>Ὁ λόγος διδάσκει ἡμᾶς μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς
ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαι-
δεύτοις δοκοῖεν εἶναι,</p></div><div type="textpart" subtype="section" n="118"><p>Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων,
ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ,
ὅπου γερόντων οἶκος ἦν δικαστήρων·

<pb n="56"/>
κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ,
<lb n="5"/> οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων.
ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης
ἅπαντας ἐξῆς ἔφαγεν. ἡ δὲ δειλαίη
παίδων ἀώρων συμφορὰς ἀπεθρήνει,
„οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης·
<lb n="10"/> ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων,
ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.“</p><p>Κατὰ δικαστῶν ὁ λόγος βοηθεῖν δυναμένων τοῖς μηδὲν κακὸν
πράξασι, καὶ τούτοις ὑπὸ μειζόνων ἀδικουμένοις μηδεμίαν
ἀνάληψιν παρεχομένων.</p></div></div></div></div></body></text></TEI>