Νεώς ποτʼ αὐτοῖς ἀνδράσιν βυθισθείσης, ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν· ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ, πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνήσκειν. καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἶα συμβαίνει, πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων, σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν· ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους. Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων „εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς ὑμῶν εἶναι δικαστὰς οἷος εἶ σὺ μυρμήκων ;“ Ὁ λόγος διδάσκει ἡμᾶς μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαι- δεύτοις δοκοῖεν εἶναι, Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων, ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ, ὅπου γερόντων οἶκος ἦν δικαστήρων· κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ, οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων. ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης ἅπαντας ἐξῆς ἔφαγεν. ἡ δὲ δειλαίη παίδων ἀώρων συμφορὰς ἀπεθρήνει, „οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης· ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.“ Κατὰ δικαστῶν ὁ λόγος βοηθεῖν δυναμένων τοῖς μηδὲν κακὸν πράξασι, καὶ τούτοις ὑπὸ μειζόνων ἀδικουμένοις μηδεμίαν ἀνάληψιν παρεχομένων.