<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0614.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="115"><p>Νωθὴς χελώνη λιμνάσιν ποτʼ αἰθυίαις
λάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις
„κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκοι.“
τῇ δʼ ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα.
<lb n="5"/> ,,πόσον, χέλυνα, μισθὸν αἰετῷ δώσεις,
ὅστις σʼ ἐλαφρὴν καὶ μετάρσιον θήσω;“
„τὰ τῆς ἐρυθρῆς πάντα δῶρά σοι δώσω.“
„τοιγὰρ διδάξω“ φησίν. ὑπτίην δʼ ἄρας
ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας
<lb n="10"/> ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων.
ἡ δʼ εἶπεν ἐκψύχουσα „σὺν δίκῃ θνήσκω·
τίς γὰρ νεφῶν μοι καὶ τίς ἦν πτερῶν χρεία,
τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;“</p></div><div type="textpart" subtype="section" n="116"><p>Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως.
γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα

<pb n="55"/>
λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην,
<lb n="5"/> τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι,
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω
ἐλθοῦσʼ ἐποίει τὴν προθυμίην πλήρη.
ἀνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
<lb n="10"/> ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον.
καὶ τῇ συνεύνῳ φησί „μηδὲν ἐκπλήσσου,
τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους ἥκειν.“
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,
ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει.</p><lb n="15"/><p>τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου,
κακόν ἐστι δαίρειν ὅταν ἔχῃ τις ἐκτῖσαι.</p></div></div></div></div></body></text></TEI>