Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης κνηκὸν μετʼ αὐτῶν λύκον ἔμελλε συγκλείειν. ὁ κύων δʼ ἰδὼν πρὸς αὐτὸν εἶπε ,,πῶς σπεύδεις τὰ πρόβατα σῷσαι, τοῦτον εἰσάγων ἡμῖν;“ Ὁ μῦθος δηλοί ὅτι οὐκ ἀσφαλὴς ἡ μετὰ τῶν κακῶν συνοικία. Μεθύων ἐλαίῳ λύχνος ἑσπέρης ηὔχει πρὸς τοὺς παρόντας ὡς ἑωσφόρου κρείσσων, λάμπειν ἅπασιν ἐκπρεπέστατον φέγγος. ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη πνοῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων εἶπέν τις αὐτῷ „φαῖνε, λύχνε, καὶ σίγα· τῶν δʼ ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει.“ Ὁ μῦθος ἡμᾶς διδάσκει μηδαμῶς φυσιοῦσθαι ἐπὶ τοῖς τοῦ βίου λαμπροῖς, ἐπισταμένους μηδὲν εἶναι μόνιμον.