Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη, τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους, τούτους πρίασθαι, φορτίσας τε γενναίως τὸν ὄνον κατῆγε. τῆς δʼ ὁδοῦ προκοπτούσης ὤλισθεν ἄκων εἰς τι ῥεῖθρον ἐξαίφνης, καὶ συντακέντων τῶν ἁλῶν ἠλαφρύνθη, ῥᾴων δʼ ἀνέστη καὶ παρῆν ἀμοχθήτως εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας, πάλιν γομώσων τὸν ὄνον ἦγε, καὶ πλείω ἔτʼ ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην, ἑκὼν κατέπεσε, καὶ πάλιν δʼ ὅλους τήξας γαύρως ἀνέστη κοῦφος ὥς τι κερδήνας. ὁ δʼ ἔμπορος τέχνην τινʼ ἐπινοῶν πλείους σπόγγους κατῆγεν ὕστερον πολυτρήτους ἐκ τῆς θαλάσσης, τούς θʼ ἅλας μεμισήκει. ὁ δʼ ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη, βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις. [πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.] Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει, διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας „οὐχ ὁ μέγας αἰεὶ δυνατός. ἔσθʼ ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“