„Μὴ λοξὰ βαίνειν“ ἔλεγεκαρκίνῳ μήτηρ, „ὑγρῇ τε πέτρῃ πλάγια κῶλα μὴ σύρειν.“ ὁ δʼ εἶπε „μῆτερ ἡ διδάσκαλος, πρώτη ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω.“ Ἀντίρρησιν ὁ μῦθος ἔχει πρὸς τοὺς ἐναντίας τοῖς ἔργοις διδα- σκαλίας ποιουμένους. Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν ,,τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει· μετʼ ἐμοῦ γὰρ ἥξεις.“ ἡ δὲ κέρκον οὐραίην ἄρασά φησι „πάντʼ ἔχω· σὺ βαρδύνεις.“ Πρὸς ἄνδρα ἀπαρασκεύαστον πρὸς τὸν ἐν ἑτοιμασίᾳ ὄντα, καὶ περὶ συνοδοιπορίας κατεπείγοντα ὁ λόγος εὔκαιρος.